1 Chronicles 12

1 Chronicles chapter 12 from the Septuagint, Morphologically Tagged Rahlfs'

1 καὶ ἦσαν υἱοὶ Σεμιρα Ιααιμ καὶ Συχεμ καὶ Λακεϊ καὶ Ανιαμ 2 καὶ υἱοὶ Εφραιμ Σωθαλα καὶ Βαραδ υἱὸς αὐτοῦ καὶ Θααθ υἱὸς αὐτοῦ Ελεαδα υἱὸς αὐτοῦ Νομεε υἱὸς αὐτοῦ 3 Ζαβεδ υἱὸς αὐτοῦ Σωθελε υἱὸς αὐτοῦ καὶ Εζερ καὶ Ελεαδ καὶ ἀπέκτειναν αὐτοὺς ἄνδρες Γεθ οἱ τεχθέντες ἐν τῇ γῇ ὅτι κατέβησαν λαβεῖν τὰ κτήνη αὐτῶν 4 καὶ ἐπένθησεν Εφραιμ πατὴρ αὐτῶν ἡμέρας πολλάς καὶ ἦλθον ἀδελφοὶ αὐτοῦ τοῦ παρακαλέσαι αὐτόν 5 καὶ εἰσῆλθεν πρὸς τὴν γυναῖκα αὐτοῦ καὶ ἔλαβεν ἐν γαστρὶ καὶ ἔτεκεν υἱόν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Βαραγα ὅτι ἐν κακοῖς ἐγένετο ἐν οἴκῳ μου 6 καὶ ἐν ἐκείνοις τοῖς καταλοίποις καὶ ᾠκοδόμησεν Βαιθωρων τὴν κάτω καὶ τὴν ἄνω καὶ υἱοὶ Οζαν Σεηρα 7 καὶ Ραφη υἱοὶ αὐτοῦ Ρασεφ καὶ Θαλε υἱοὶ αὐτοῦ Θαεν υἱὸς αὐτοῦ 8 τῷ Λααδαν υἱῷ αὐτοῦ Αμιουδ υἱὸς αὐτοῦ Ελισαμα υἱὸς αὐτοῦ 9 Νουμ υἱὸς αὐτοῦ Ιησουε υἱὸς αὐτοῦ 10 καὶ κατάσχεσις αὐτῶν καὶ κατοικία αὐτῶν Βαιθηλ καὶ αἱ κῶμαι αὐτῆς κατ’ ἀνατολὰς Νααραν πρὸς δυσμαῖς Γαζερ καὶ αἱ κῶμαι αὐτῆς καὶ Συχεμ καὶ αἱ κῶμαι αὐτῆς ἕως Γαιαν καὶ αἱ κῶμαι αὐτῆς 11 καὶ ἕως ὁρίων υἱῶν Μανασση Βαιθσααν καὶ αἱ κῶμαι αὐτῆς Θααναχ καὶ αἱ κῶμαι αὐτῆς καὶ Βαλαδ καὶ αἱ κῶμαι αὐτῆς Μαγεδδω καὶ αἱ κῶμαι αὐτῆς Δωρ καὶ αἱ κῶμαι αὐτῆς ἐν ταύταις κατῴκησαν οἱ υἱοὶ Ιωσηφ υἱοῦ Ισραηλ 12 υἱοὶ Ασηρ Ιεμνα καὶ Ισουα καὶ Ισουι καὶ Βεριγα καὶ Σορε ἀδελφὴ αὐτῶν 13 καὶ υἱοὶ Βεριγα Χαβερ καὶ Μελχιηλ οὗτος πατὴρ Βερζαιθ 14 καὶ Χαβερ ἐγέννησεν τὸν Ιαφαλητ καὶ τὸν Σαμηρ καὶ τὸν Χωθαμ καὶ τὴν Σωλα ἀδελφὴν αὐτῶν 15 καὶ υἱοὶ Ιαφαλητ Φεσηχι Βαμαηλ καὶ Ασιθ οὗτοι υἱοὶ Ιαφαλητ 16 καὶ υἱοὶ Σεμμηρ Αχιουραογα καὶ Οβα καὶ Αραμ 17 καὶ Βανηελαμ ἀδελφοὶ αὐτοῦ Σωφα καὶ Ιμανα καὶ Σελλης καὶ Αμαλ 18 υἱοὶ Σωφα Χουχι Αρναφαρ καὶ Σουαλ καὶ Βαρι καὶ Ιμαρη 19 Σοβαλ καὶ Ωδ καὶ Σεμμα καὶ Σαλισα καὶ Ιεθραν καὶ Βεηρα 20 καὶ υἱοὶ Ιεθερ Ιφινα καὶ Φασφα καὶ Αρα 21 καὶ υἱοὶ Ωλα Ορεχ Ανιηλ καὶ Ρασια 22 πάντες οὗτοι υἱοὶ Ασηρ πάντες ἄρχοντες πατριῶν ἐκλεκτοὶ ἰσχυροὶ δυνάμει ἄρχοντες ἡγούμενοι ἀριθμὸς αὐτῶν εἰς παράταξιν τοῦ πολεμεῖν ἀριθμὸς αὐτῶν ἄνδρες εἴκοσι ἓξ χιλιάδες 24 καὶ Βενιαμιν ἐγέννησεν τὸν Βαλε πρωτότοκον αὐτοῦ καὶ Ασβηλ τὸν δεύτερον Ααρα τὸν τρίτον 25 Νωα τὸν τέταρτον καὶ Ραφη τὸν πέμπτον 26 καὶ ἦσαν υἱοὶ τῷ Βαλε Αδερ καὶ Γηρα καὶ Αβιουδ 27 καὶ Αβισουε καὶ Νοομα καὶ Αχια 28 καὶ Γηρα καὶ Σωφαρφακ καὶ Ωιμ 29 οὗτοι υἱοὶ Αωδ οὗτοί εἰσιν ἄρχοντες πατριῶν τοῖς κατοικοῦσιν Γαβεε καὶ μετῴκισαν αὐτοὺς εἰς Μαναχαθι 30 καὶ Νοομα καὶ Αχια καὶ Γηρα οὗτος ιγλααμ καὶ ἐγέννησεν τὸν Ναανα καὶ τὸν Αχιχωδ 31 καὶ Σααρημ ἐγέννησεν ἐν τῷ πεδίῳ Μωαβ μετὰ τὸ ἀποστεῖλαι αὐτὸν Ωσιμ καὶ τὴν Βααδα γυναῖκα αὐτοῦ 32 καὶ ἐγέννησεν ἐκ τῆς Αδα γυναικὸς αὐτοῦ τὸν Ιωβαβ καὶ τὸν Σεβια καὶ τὸν Μισα καὶ τὸν Μελχαμ 33 καὶ τὸν Ιαως καὶ τὸν Σαβια καὶ τὸν Μαρμα οὗτοι ἄρχοντες πατριῶν 34 καὶ ἐκ τῆς Ωσιμ ἐγέννησεν τὸν Αβιτωβ καὶ τὸν Αλφααλ 35 καὶ υἱοὶ Αλφααλ Ωβηδ Μεσσααμ Σεμμηρ οὗτος ᾠκοδόμησεν τὴν Ωνω καὶ τὴν Λοδ καὶ τὰς κώμας αὐτῆς 36 καὶ Βεριγα καὶ Σαμα οὗτοι ἄρχοντες τῶν πατριῶν τοῖς κατοικοῦσιν Αιλαμ καὶ οὗτοι ἐξεδίωξαν τοὺς κατοικοῦντας Γεθ 37 καὶ ἀδελφὸς αὐτοῦ Σωσηκ καὶ Ιαριμωθ 38 καὶ Ζαβαδια καὶ Ωρηρ καὶ Ωδηδ 39 καὶ Μιχαηλ καὶ Ιεσφα καὶ Ιωχα υἱοὶ Βαριγα 40 καὶ Ζαβαδια καὶ Μοσολλαμ καὶ Αζακι καὶ Αβαρ