1 Chronicles 17

1 Chronicles chapter 17 from the Septuagint, Morphologically Tagged Rahlfs'

1 ὑπὲρ τοὺς τριάκοντα ἔνδοξος οὗτος καὶ πρὸς τοὺς τρεῖς οὐκ ἤρχετο καὶ κατέστησεν αὐτὸν Δαυιδ ἐπὶ τὴν πατριὰν αὐτοῦ 2 καὶ δυνατοὶ τῶν δυνάμεων Ασαηλ ἀδελφὸς Ιωαβ Ελεαναν υἱὸς Δωδω ἐκ Βαιθλαεμ 3 Σαμμωθ ὁ Αδι Χελλης ὁ Φελωνι 4 Ωραι υἱὸς Εκκης ὁ Θεκωι Αβιεζερ ὁ Αναθωθι 5 Σοβοχαι ὁ Ασωθι Ηλι ὁ Αχωι 6 Μοοραι ὁ Νετωφαθι Χολοδ υἱὸς Νοοζα ὁ Νετωφαθι 7 Αιθι υἱὸς Ριβαι ἐκ βουνοῦ Βενιαμιν Βαναιας ὁ Φαραθωνι 8 Ουρι ἐκ Ναχαλιγαας Αβιηλ ὁ Γαραβεθθι 9 Αζμωθ ὁ Βεερμι Ελιαβα ὁ Σαλαβωνι 10 Βενναιας Οσομ ὁ Γεννουνι Ιωναθαν υἱὸς Σωλα ὁ Αραρι 11 Αχιμ υἱὸς Σαχαρ ὁ Αραρι Ελφαλ υἱὸς Ουρ 12 Οφαρ ὁ Μοχοραθι Αχια ὁ Φελωνι 13 Ησεραι ὁ Χαρμαλι Νααραι υἱὸς Αζωβαι 14 Ιωηλ ἀδελφὸς Ναθαν Μεβααρ υἱὸς Αγαρι 15 Σεληκ ὁ Αμμωνι Ναχωρ ὁ Βερθι αἴρων σκεύη Ιωαβ υἱοῦ Σαρουια 16 Ιρα ὁ Ιεθηρι Γαρηβ ὁ Ιεθηρι 17 Ουριας ὁ Χεττι Ζαβετ υἱὸς Αχλια 18 Αδινα υἱὸς Σαιζα τοῦ Ρουβην ἄρχων καὶ ἐπ’ αὐτῷ τριάκοντα 19 Αναν υἱὸς Μοωχα καὶ Ιωσαφατ ὁ Βαιθανι 20 Οζια ὁ Ασταρωθι Σαμμα καὶ Ιιηλ υἱοὶ Χωθαν τοῦ Αραρι 21 Ιεδιηλ υἱὸς Σαμερι καὶ Ιωαζαε ὁ ἀδελφὸς αὐτοῦ ὁ Ιεασι 22 Ελιηλ ὁ Μιι καὶ Ιαριβι καὶ Ιωσια υἱὸς αὐτοῦ Ελνααμ καὶ Ιεθεμα ὁ Μωαβίτης 23 Αλιηλ καὶ Ωβηδ καὶ Ιεσιηλ ὁ Μισαβια 25 καὶ οὗτοι οἱ ἐλθόντες πρὸς Δαυιδ εἰς Σωκλαγ ἔτι συνεχομένου ἀπὸ προσώπου Σαουλ υἱοῦ Κις καὶ οὗτοι ἐν τοῖς δυνατοῖς βοηθοῦντες ἐν πολέμῳ 26 καὶ τόξῳ ἐκ δεξιῶν καὶ ἐξ ἀριστερῶν καὶ σφενδονῆται ἐν λίθοις καὶ τόξοις ἐκ τῶν ἀδελφῶν Σαουλ ἐκ Βενιαμιν 27 ὁ ἄρχων Αχιεζερ καὶ Ιωας υἱὸς Ασμα τοῦ Γεβωθίτου καὶ Ιωηλ καὶ Ιωφαλητ υἱοὶ Ασμωθ καὶ Βερχια καὶ Ιηουλ ὁ Αναθωθι