1 Samuel 28
1 Samuel chapter 28 from the Septuagint, Morphologically Tagged Rahlfs'
1 καὶ ἤκουσεν Δαυιδ καὶ εἶπεν εὐλογητὸς κύριος ὃς ἔκρινεν τὴν κρίσιν τοῦ ὀνειδισμοῦ μου ἐκ χειρὸς Ναβαλ καὶ τὸν δοῦλον αὐτοῦ περιεποιήσατο ἐκ χειρὸς κακῶν καὶ τὴν κακίαν Ναβαλ ἀπέστρεψεν κύριος εἰς κεφαλὴν αὐτοῦ καὶ ἀπέστειλεν Δαυιδ καὶ ἐλάλησεν περὶ Αβιγαιας λαβεῖν αὐτὴν ἑαυτῷ εἰς γυναῖκα 2 καὶ ἦλθον οἱ παῖδες Δαυιδ πρὸς Αβιγαιαν εἰς Κάρμηλον καὶ ἐλάλησαν αὐτῇ λέγοντες Δαυιδ ἀπέστειλεν ἡμᾶς πρὸς σὲ λαβεῖν σε αὐτῷ εἰς γυναῖκα 3 καὶ ἀνέστη καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν ἐπὶ πρόσωπον καὶ εἶπεν ἰδοὺ ἡ δούλη σου εἰς παιδίσκην νίψαι πόδας τῶν παίδων σου 4 καὶ ἀνέστη Αβιγαια καὶ ἐπέβη ἐπὶ τὴν ὄνον καὶ πέντε κοράσια ἠκολούθουν αὐτῇ καὶ ἐπορεύθη ὀπίσω τῶν παίδων Δαυιδ καὶ γίνεται αὐτῷ εἰς γυναῖκα 5 καὶ τὴν Αχινααμ ἔλαβεν Δαυιδ ἐξ Ιεζραελ καὶ ἀμφότεραι ἦσαν αὐτῷ γυναῖκες 6 καὶ Σαουλ ἔδωκεν Μελχολ τὴν θυγατέρα αὐτοῦ τὴν γυναῖκα Δαυιδ τῷ Φαλτι υἱῷ Λαις τῷ ἐκ Ρομμα 8 καὶ ἔρχονται οἱ Ζιφαῖοι ἐκ τῆς αὐχμώδους πρὸς τὸν Σαουλ εἰς τὸν βουνὸν λέγοντες ἰδοὺ Δαυιδ σκεπάζεται μεθ’ ἡμῶν ἐν τῷ βουνῷ τοῦ Εχελα τοῦ κατὰ πρόσωπον τοῦ Ιεσσαιμουν 9 καὶ ἀνέστη Σαουλ καὶ κατέβη εἰς τὴν ἔρημον Ζιφ καὶ μετ’ αὐτοῦ τρεῖς χιλιάδες ἀνδρῶν ἐκλεκτοὶ ἐξ Ισραηλ ζητεῖν τὸν Δαυιδ ἐν τῇ ἐρήμῳ Ζιφ 10 καὶ παρενέβαλεν Σαουλ ἐν τῷ βουνῷ τοῦ Εχελα ἐπὶ προσώπου τοῦ Ιεσσαιμουν ἐπὶ τῆς ὁδοῦ καὶ Δαυιδ ἐκάθισεν ἐν τῇ ἐρήμῳ καὶ εἶδεν Δαυιδ ὅτι ἥκει Σαουλ ὀπίσω αὐτοῦ εἰς τὴν ἔρημον 11 καὶ ἀπέστειλεν Δαυιδ κατασκόπους καὶ ἔγνω ὅτι ἥκει Σαουλ ἕτοιμος ἐκ Κεϊλα 12 καὶ ἀνέστη Δαυιδ λάθρᾳ καὶ εἰσπορεύεται εἰς τὸν τόπον οὗ ἐκάθευδεν ἐκεῖ Σαουλ καὶ ἐκεῖ Αβεννηρ υἱὸς Νηρ ἀρχιστράτηγος αὐτοῦ καὶ Σαουλ ἐκάθευδεν ἐν λαμπήνῃ καὶ ὁ λαὸς παρεμβεβληκὼς κύκλῳ αὐτοῦ 13 καὶ ἀπεκρίθη Δαυιδ καὶ εἶπεν πρὸς Αχιμελεχ τὸν Χετταῖον καὶ πρὸς Αβεσσα υἱὸν Σαρουιας ἀδελφὸν Ιωαβ λέγων τίς εἰσελεύσεται μετ’ ἐμοῦ πρὸς Σαουλ εἰς τὴν παρεμβολήν καὶ εἶπεν Αβεσσα ἐγὼ εἰσελεύσομαι μετὰ σοῦ 14 καὶ εἰσπορεύεται Δαυιδ καὶ Αβεσσα εἰς τὸν λαὸν τὴν νύκτα καὶ ἰδοὺ Σαουλ καθεύδων ὕπνῳ ἐν λαμπήνῃ καὶ τὸ δόρυ ἐμπεπηγὸς εἰς τὴν γῆν πρὸς κεφαλῆς αὐτοῦ καὶ Αβεννηρ καὶ ὁ λαὸς αὐτοῦ ἐκάθευδεν κύκλῳ αὐτοῦ 15 καὶ εἶπεν Αβεσσα πρὸς Δαυιδ ἀπέκλεισεν σήμερον κύριος τὸν ἐχθρόν σου εἰς τὰς χεῖράς σου καὶ νῦν πατάξω αὐτὸν τῷ δόρατι εἰς τὴν γῆν ἅπαξ καὶ οὐ δευτερώσω αὐτῷ 16 καὶ εἶπεν Δαυιδ πρὸς Αβεσσα μὴ ταπεινώσῃς αὐτόν ὅτι τίς ἐποίσει χεῖρα αὐτοῦ ἐπὶ χριστὸν κυρίου καὶ ἀθῳωθήσεται 17 καὶ εἶπεν Δαυιδ ζῇ κύριος ἐὰν μὴ κύριος παίσῃ αὐτόν ἢ ἡ ἡμέρα αὐτοῦ ἔλθῃ καὶ ἀποθάνῃ ἢ εἰς πόλεμον καταβῇ καὶ προστεθῇ 18 μηδαμῶς μοι παρὰ κυρίου ἐπενεγκεῖν χεῖρά μου ἐπὶ χριστὸν κυρίου καὶ νῦν λαβὲ δὴ τὸ δόρυ ἀπὸ πρὸς κεφαλῆς αὐτοῦ καὶ τὸν φακὸν τοῦ ὕδατος καὶ ἀπέλθωμεν καθ’ ἑαυτούς 19 καὶ ἔλαβεν Δαυιδ τὸ δόρυ καὶ τὸν φακὸν τοῦ ὕδατος ἀπὸ πρὸς κεφαλῆς αὐτοῦ καὶ ἀπῆλθον καθ’ ἑαυτούς καὶ οὐκ ἦν ὁ βλέπων καὶ οὐκ ἦν ὁ γινώσκων καὶ οὐκ ἦν ὁ ἐξεγειρόμενος πάντες ὑπνοῦντες ὅτι θάμβος κυρίου ἐπέπεσεν ἐπ’ αὐτούς 20 καὶ διέβη Δαυιδ εἰς τὸ πέραν καὶ ἔστη ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους μακρόθεν καὶ πολλὴ ἡ ὁδὸς ἀνὰ μέσον αὐτῶν 21 καὶ προσεκαλέσατο Δαυιδ τὸν λαὸν καὶ τῷ Αβεννηρ ἐλάλησεν λέγων οὐκ ἀποκριθήσει Αβεννηρ καὶ ἀπεκρίθη Αβεννηρ καὶ εἶπεν τίς εἶ σὺ ὁ καλῶν με 22 καὶ εἶπεν Δαυιδ πρὸς Αβεννηρ οὐκ ἀνὴρ σύ καὶ τίς ὡς σὺ ἐν Ισραηλ καὶ διὰ τί οὐ φυλάσσεις τὸν κύριόν σου τὸν βασιλέα ὅτι εἰσῆλθεν εἷς ἐκ τοῦ λαοῦ διαφθεῖραι τὸν βασιλέα κύριόν σου 23 καὶ οὐκ ἀγαθὸν τὸ ῥῆμα τοῦτο ὃ πεποίηκας ζῇ κύριος ὅτι υἱοὶ θανατώσεως ὑμεῖς οἱ φυλάσσοντες τὸν βασιλέα κύριον ὑμῶν τὸν χριστὸν κυρίου καὶ νῦν ἰδὲ δή τὸ δόρυ τοῦ βασιλέως καὶ ὁ φακὸς τοῦ ὕδατος ποῦ ἐστιν τὰ πρὸς κεφαλῆς αὐτοῦ 24 καὶ ἐπέγνω Σαουλ τὴν φωνὴν τοῦ Δαυιδ καὶ εἶπεν ἦ φωνή σου αὕτη τέκνον Δαυιδ καὶ εἶπεν Δαυιδ δοῦλός σου κύριε βασιλεῦ 25 καὶ εἶπεν ἵνα τί τοῦτο καταδιώκει ὁ κύριός μου ὀπίσω τοῦ δούλου αὐτοῦ ὅτι τί ἡμάρτηκα καὶ τί εὑρέθη ἐν ἐμοὶ ἀδίκημα