2 Samuel 22
2 Samuel chapter 22 from the Septuagint, Morphologically Tagged Rahlfs'
1 καὶ ἀνέβη πᾶς ἀνὴρ Ισραηλ ἀπὸ ὄπισθεν Δαυιδ ὀπίσω Σαβεε υἱοῦ Βοχορι καὶ ἀνὴρ Ιουδα ἐκολλήθη τῷ βασιλεῖ αὐτῶν ἀπὸ τοῦ Ιορδάνου καὶ ἕως Ιερουσαλημ 2 καὶ εἰσῆλθεν Δαυιδ εἰς τὸν οἶκον αὐτοῦ εἰς Ιερουσαλημ καὶ ἔλαβεν ὁ βασιλεὺς τὰς δέκα γυναῖκας τὰς παλλακὰς αὐτοῦ ἃς ἀφῆκεν φυλάσσειν τὸν οἶκον καὶ ἔδωκεν αὐτὰς ἐν οἴκῳ φυλακῆς καὶ διέθρεψεν αὐτὰς καὶ πρὸς αὐτὰς οὐκ εἰσῆλθεν καὶ ἦσαν συνεχόμεναι ἕως ἡμέρας θανάτου αὐτῶν χῆραι ζῶσαι 3 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Αμεσσαϊ βόησόν μοι τὸν ἄνδρα Ιουδα τρεῖς ἡμέρας σὺ δὲ αὐτοῦ στῆθι 4 καὶ ἐπορεύθη Αμεσσαϊ τοῦ βοῆσαι τὸν Ιουδαν καὶ ἐχρόνισεν ἀπὸ τοῦ καιροῦ οὗ ἐτάξατο αὐτῷ Δαυιδ 5 καὶ εἶπεν Δαυιδ πρὸς Αβεσσα νῦν κακοποιήσει ἡμᾶς Σαβεε υἱὸς Βοχορι ὑπὲρ Αβεσσαλωμ καὶ νῦν σὺ λαβὲ μετὰ σεαυτοῦ τοὺς παῖδας τοῦ κυρίου σου καὶ καταδίωξον ὀπίσω αὐτοῦ μήποτε ἑαυτῷ εὕρῃ πόλεις ὀχυρὰς καὶ σκιάσει τοὺς ὀφθαλμοὺς ἡμῶν 6 καὶ ἐξῆλθον ὀπίσω αὐτοῦ οἱ ἄνδρες Ιωαβ καὶ ὁ Χερεθθι καὶ ὁ Φελεθθι καὶ πάντες οἱ δυνατοὶ καὶ ἐξῆλθαν ἐξ Ιερουσαλημ διῶξαι ὀπίσω Σαβεε υἱοῦ Βοχορι 7 καὶ αὐτοὶ παρὰ τῷ λίθῳ τῷ μεγάλῳ τῷ ἐν Γαβαων καὶ Αμεσσαϊ εἰσῆλθεν ἔμπροσθεν αὐτῶν καὶ Ιωαβ περιεζωσμένος μανδύαν τὸ ἔνδυμα αὐτοῦ καὶ ἐπ’ αὐτῷ περιεζωσμένος μάχαιραν ἐζευγμένην ἐπὶ τῆς ὀσφύος αὐτοῦ ἐν κολεῷ αὐτῆς καὶ ἡ μάχαιρα ἐξῆλθεν καὶ ἔπεσεν 8 καὶ εἶπεν Ιωαβ τῷ Αμεσσαϊ εἰ ὑγιαίνεις σύ ἀδελφέ καὶ ἐκράτησεν ἡ χεὶρ ἡ δεξιὰ Ιωαβ τοῦ πώγωνος Αμεσσαϊ τοῦ καταφιλῆσαι αὐτόν 9 καὶ Αμεσσαϊ οὐκ ἐφυλάξατο τὴν μάχαιραν τὴν ἐν τῇ χειρὶ Ιωαβ καὶ ἔπαισεν αὐτὸν ἐν αὐτῇ Ιωαβ εἰς τὴν ψόαν καὶ ἐξεχύθη ἡ κοιλία αὐτοῦ εἰς τὴν γῆν καὶ οὐκ ἐδευτέρωσεν αὐτῷ καὶ ἀπέθανεν καὶ Ιωαβ καὶ Αβεσσα ὁ ἀδελφὸς αὐτοῦ ἐδίωξεν ὀπίσω Σαβεε υἱοῦ Βοχορι 10 καὶ ἀνὴρ ἔστη ἐπ’ αὐτὸν τῶν παιδαρίων Ιωαβ καὶ εἶπεν τίς ὁ βουλόμενος Ιωαβ καὶ τίς τοῦ Δαυιδ ὀπίσω Ιωαβ 11 καὶ Αμεσσαϊ πεφυρμένος ἐν τῷ αἵματι ἐν μέσῳ τῆς τρίβου καὶ εἶδεν ὁ ἀνὴρ ὅτι εἱστήκει πᾶς ὁ λαός καὶ ἀπέστρεψεν τὸν Αμεσσαϊ ἐκ τῆς τρίβου εἰς ἀγρὸν καὶ ἐπέρριψεν ἐπ’ αὐτὸν ἱμάτιον καθότι εἶδεν πάντα τὸν ἐρχόμενον ἐπ’ αὐτὸν ἑστηκότα 12 ἡνίκα δὲ ἔφθασεν ἐκ τῆς τρίβου παρῆλθεν πᾶς ἀνὴρ Ισραηλ ὀπίσω Ιωαβ τοῦ διῶξαι ὀπίσω Σαβεε υἱοῦ Βοχορι 13 καὶ διῆλθεν ἐν πάσαις φυλαῖς Ισραηλ εἰς Αβελ καὶ εἰς Βαιθμαχα καὶ πάντες ἐν Χαρρι καὶ ἐξεκκλησιάσθησαν καὶ ἦλθον κατόπισθεν αὐτοῦ 14 καὶ παρεγενήθησαν καὶ ἐπολιόρκουν ἐπ’ αὐτὸν τὴν Αβελ καὶ τὴν Βαιθμαχα καὶ ἐξέχεαν πρόσχωμα πρὸς τὴν πόλιν καὶ ἔστη ἐν τῷ προτειχίσματι καὶ πᾶς ὁ λαὸς ὁ μετὰ Ιωαβ ἐνοοῦσαν καταβαλεῖν τὸ τεῖχος 15 καὶ ἐβόησεν γυνὴ σοφὴ ἐκ τοῦ τείχους καὶ εἶπεν ἀκούσατε ἀκούσατε εἴπατε δὴ πρὸς Ιωαβ ἔγγισον ἕως ὧδε καὶ λαλήσω πρὸς αὐτόν 16 καὶ προσήγγισεν πρὸς αὐτήν καὶ εἶπεν ἡ γυνή εἰ σὺ εἶ Ιωαβ ὁ δὲ εἶπεν ἐγώ εἶπεν δὲ αὐτῷ ἄκουσον τοὺς λόγους τῆς δούλης σου καὶ εἶπεν Ιωαβ ἀκούω ἐγώ εἰμι 17 καὶ εἶπεν λέγουσα λόγον ἐλάλησαν ἐν πρώτοις λέγοντες ἠρωτημένος ἠρωτήθη ἐν τῇ Αβελ καὶ ἐν Δαν εἰ ἐξέλιπον ἃ ἔθεντο οἱ πιστοὶ τοῦ Ισραηλ ἐρωτῶντες ἐπερωτήσουσιν ἐν Αβελ καὶ οὕτως εἰ ἐξέλιπον 18 ἐγώ εἰμι εἰρηνικὰ τῶν στηριγμάτων Ισραηλ σὺ δὲ ζητεῖς θανατῶσαι πόλιν καὶ μητρόπολιν ἐν Ισραηλ ἵνα τί καταποντίζεις κληρονομίαν κυρίου 19 καὶ ἀπεκρίθη Ιωαβ καὶ εἶπεν ἵλεώς μοι ἵλεώς μοι εἰ καταποντιῶ καὶ εἰ διαφθερῶ 20 οὐχ οὗτος ὁ λόγος ὅτι ἀνὴρ ἐξ ὄρους Εφραιμ Σαβεε υἱὸς Βοχορι ὄνομα αὐτοῦ καὶ ἐπῆρεν τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν βασιλέα Δαυιδ δότε αὐτόν μοι μόνον καὶ ἀπελεύσομαι ἀπάνωθεν τῆς πόλεως καὶ εἶπεν ἡ γυνὴ πρὸς Ιωαβ ἰδοὺ ἡ κεφαλὴ αὐτοῦ ῥιφήσεται πρὸς σὲ διὰ τοῦ τείχους 21 καὶ εἰσῆλθεν ἡ γυνὴ πρὸς πάντα τὸν λαὸν καὶ ἐλάλησεν πρὸς πᾶσαν τὴν πόλιν ἐν τῇ σοφίᾳ αὐτῆς καὶ ἀφεῖλεν τὴν κεφαλὴν Σαβεε υἱοῦ Βοχορι καὶ ἔβαλεν πρὸς Ιωαβ καὶ ἐσάλπισεν ἐν κερατίνῃ καὶ διεσπάρησαν ἀπὸ τῆς πόλεως ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ καὶ Ιωαβ ἀπέστρεψεν εἰς Ιερουσαλημ πρὸς τὸν βασιλέα 22 καὶ Ιωαβ πρὸς πάσῃ τῇ δυνάμει Ισραηλ καὶ Βαναιας υἱὸς Ιωδαε ἐπὶ τοῦ Χερεθθι καὶ ἐπὶ τοῦ Φελεθθι 23 καὶ Αδωνιραμ ἐπὶ τοῦ φόρου καὶ Ιωσαφατ υἱὸς Αχιλουθ ἀναμιμνῄσκων 24 καὶ Σουσα γραμματεύς καὶ Σαδωκ καὶ Αβιαθαρ ἱερεῖς 25 καί γε Ιρας ὁ Ιαριν ἦν ἱερεὺς τοῦ Δαυιδ 27 καὶ ἐγένετο λιμὸς ἐν ταῖς ἡμέραις Δαυιδ τρία ἔτη ἐνιαυτὸς ἐχόμενος ἐνιαυτοῦ καὶ ἐζήτησεν Δαυιδ τὸ πρόσωπον τοῦ κυρίου καὶ εἶπεν κύριος ἐπὶ Σαουλ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ ἀδικία διὰ τὸ αὐτὸν θανάτῳ αἱμάτων περὶ οὗ ἐθανάτωσεν τοὺς Γαβαωνίτας 28 καὶ ἐκάλεσεν ὁ βασιλεὺς Δαυιδ τοὺς Γαβαωνίτας καὶ εἶπεν πρὸς αὐτούς καὶ οἱ Γαβαωνῖται οὐχ υἱοὶ Ισραηλ εἰσίν ὅτι ἀλλ’ ἢ ἐκ τοῦ λείμματος τοῦ Αμορραίου καὶ οἱ υἱοὶ Ισραηλ ὤμοσαν αὐτοῖς καὶ ἐζήτησεν Σαουλ πατάξαι αὐτοὺς ἐν τῷ ζηλῶσαι αὐτὸν τοὺς υἱοὺς Ισραηλ καὶ Ιουδα 29 καὶ εἶπεν Δαυιδ πρὸς τοὺς Γαβαωνίτας τί ποιήσω ὑμῖν καὶ ἐν τίνι ἐξιλάσομαι καὶ εὐλογήσετε τὴν κληρονομίαν κυρίου 30 καὶ εἶπαν αὐτῷ οἱ Γαβαωνῖται οὐκ ἔστιν ἡμῖν ἀργύριον καὶ χρυσίον μετὰ Σαουλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ καὶ οὐκ ἔστιν ἡμῖν ἀνὴρ θανατῶσαι ἐν Ισραηλ καὶ εἶπεν τί ὑμεῖς λέγετε καὶ ποιήσω ὑμῖν 31 καὶ εἶπαν πρὸς τὸν βασιλέα ὁ ἀνὴρ συνετέλεσεν ἐφ’ ἡμᾶς καὶ ἐδίωξεν ἡμᾶς ὃς παρελογίσατο ἐξολεθρεῦσαι ἡμᾶς ἀφανίσωμεν αὐτὸν τοῦ μὴ ἑστάναι αὐτὸν ἐν παντὶ ὁρίῳ Ισραηλ 32 δότω ἡμῖν ἑπτὰ ἄνδρας ἐκ τῶν υἱῶν αὐτοῦ καὶ ἐξηλιάσωμεν αὐτοὺς τῷ κυρίῳ ἐν Γαβαων Σαουλ ἐκλεκτοὺς κυρίου καὶ εἶπεν ὁ βασιλεύς ἐγὼ δώσω 33 καὶ ἐφείσατο ὁ βασιλεὺς ἐπὶ Μεμφιβοσθε υἱὸν Ιωναθαν υἱοῦ Σαουλ διὰ τὸν ὅρκον κυρίου τὸν ἀνὰ μέσον αὐτῶν ἀνὰ μέσον Δαυιδ καὶ ἀνὰ μέσον Ιωναθαν υἱοῦ Σαουλ 34 καὶ ἔλαβεν ὁ βασιλεὺς τοὺς δύο υἱοὺς Ρεσφα θυγατρὸς Αια οὓς ἔτεκεν τῷ Σαουλ τὸν Ερμωνι καὶ τὸν Μεμφιβοσθε καὶ τοὺς πέντε υἱοὺς Μιχολ θυγατρὸς Σαουλ οὓς ἔτεκεν τῷ Εσριηλ υἱῷ Βερζελλι τῷ Μοουλαθι 35 καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ τῶν Γαβαωνιτῶν καὶ ἐξηλίασαν αὐτοὺς ἐν τῷ ὄρει ἔναντι κυρίου καὶ ἔπεσαν οἱ ἑπτὰ αὐτοὶ ἐπὶ τὸ αὐτό καὶ αὐτοὶ δὲ ἐθανατώθησαν ἐν ἡμέραις θερισμοῦ ἐν πρώτοις ἐν ἀρχῇ θερισμοῦ κριθῶν 36 καὶ ἔλαβεν Ρεσφα θυγάτηρ Αια τὸν σάκκον καὶ ἔπηξεν αὑτῇ πρὸς τὴν πέτραν ἐν ἀρχῇ θερισμοῦ κριθῶν ἕως ἔσταξεν ἐπ’ αὐτοὺς ὕδωρ ἐκ τοῦ οὐρανοῦ καὶ οὐκ ἔδωκεν τὰ πετεινὰ τοῦ οὐρανοῦ καταπαῦσαι ἐπ’ αὐτοὺς ἡμέρας καὶ τὰ θηρία τοῦ ἀγροῦ νυκτός 37 καὶ ἀπηγγέλη τῷ Δαυιδ ὅσα ἐποίησεν Ρεσφα θυγάτηρ Αια παλλακὴ Σαουλ καὶ ἐξελύθησαν καὶ κατέλαβεν αὐτοὺς Δαν υἱὸς Ιωα ἐκ τῶν ἀπογόνων τῶν γιγάντων 38 καὶ ἐπορεύθη Δαυιδ καὶ ἔλαβεν τὰ ὀστᾶ Σαουλ καὶ τὰ ὀστᾶ Ιωναθαν τοῦ υἱοῦ αὐτοῦ παρὰ τῶν ἀνδρῶν υἱῶν Ιαβις Γαλααδ οἳ ἔκλεψαν αὐτοὺς ἐκ τῆς πλατείας Βαιθσαν ὅτι ἔστησαν αὐτοὺς ἐκεῖ οἱ ἀλλόφυλοι ἐν ἡμέρᾳ ᾗ ἐπάταξαν οἱ ἀλλόφυλοι τὸν Σαουλ ἐν Γελβουε 39 καὶ ἀνήνεγκεν ἐκεῖθεν τὰ ὀστᾶ Σαουλ καὶ τὰ ὀστᾶ Ιωναθαν τοῦ υἱοῦ αὐτοῦ καὶ συνήγαγεν τὰ ὀστᾶ τῶν ἐξηλιασμένων 40 καὶ ἔθαψαν τὰ ὀστᾶ Σαουλ καὶ τὰ ὀστᾶ Ιωναθαν τοῦ υἱοῦ αὐτοῦ καὶ τῶν ἡλιασθέντων ἐν γῇ Βενιαμιν ἐν τῇ πλευρᾷ ἐν τῷ τάφῳ Κις τοῦ πατρὸς αὐτοῦ καὶ ἐποίησαν πάντα ὅσα ἐνετείλατο ὁ βασιλεύς καὶ ἐπήκουσεν ὁ θεὸς τῇ γῇ μετὰ ταῦτα 41 καὶ ἐγενήθη ἔτι πόλεμος τοῖς ἀλλοφύλοις μετὰ Ισραηλ καὶ κατέβη Δαυιδ καὶ οἱ παῖδες αὐτοῦ μετ’ αὐτοῦ καὶ ἐπολέμησαν μετὰ τῶν ἀλλοφύλων καὶ ἐξελύθη Δαυιδ 42 καὶ Ιεσβι ὃς ἦν ἐν τοῖς ἐκγόνοις τοῦ Ραφα καὶ ὁ σταθμὸς τοῦ δόρατος αὐτοῦ τριακοσίων σίκλων ὁλκὴ χαλκοῦ καὶ αὐτὸς περιεζωσμένος κορύνην καὶ διενοεῖτο πατάξαι τὸν Δαυιδ 43 καὶ ἐβοήθησεν αὐτῷ Αβεσσα υἱὸς Σαρουιας καὶ ἐπάταξεν τὸν ἀλλόφυλον καὶ ἐθανάτωσεν αὐτόν τότε ὤμοσαν οἱ ἄνδρες Δαυιδ λέγοντες οὐκ ἐξελεύσῃ ἔτι μεθ’ ἡμῶν εἰς πόλεμον καὶ οὐ μὴ σβέσῃς τὸν λύχνον Ισραηλ 44 καὶ ἐγενήθη μετὰ ταῦτα ἔτι πόλεμος ἐν Γεθ μετὰ τῶν ἀλλοφύλων τότε ἐπάταξεν Σεβοχα ὁ Αστατωθι τὸν Σεφ τὸν ἐν τοῖς ἐκγόνοις τοῦ Ραφα 45 καὶ ἐγένετο ὁ πόλεμος ἐν Γοβ μετὰ τῶν ἀλλοφύλων καὶ ἐπάταξεν Ελεαναν υἱὸς Αριωργιμ ὁ Βαιθλεεμίτης τὸν Γολιαθ τὸν Γεθθαῖον καὶ τὸ ξύλον τοῦ δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων 46 καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γεθ καὶ ἦν ἀνὴρ Μαδων καὶ οἱ δάκτυλοι τῶν χειρῶν αὐτοῦ καὶ οἱ δάκτυλοι τῶν ποδῶν αὐτοῦ ἓξ καὶ ἕξ εἴκοσι τέσσαρες ἀριθμῷ καί γε αὐτὸς ἐτέχθη τῷ Ραφα 47 καὶ ὠνείδισεν τὸν Ισραηλ καὶ ἐπάταξεν αὐτὸν Ιωναθαν υἱὸς Σεμεϊ ἀδελφοῦ Δαυιδ 48 οἱ τέσσαρες οὗτοι ἐτέχθησαν ἀπόγονοι τῶν γιγάντων ἐν Γεθ τῷ Ραφα οἶκος καὶ ἔπεσαν ἐν χειρὶ Δαυιδ καὶ ἐν χειρὶ τῶν δούλων αὐτοῦ 50 καὶ ἐλάλησεν Δαυιδ τῷ κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης ἐν ᾗ ἡμέρᾳ ἐξείλατο αὐτὸν κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ καὶ ἐκ χειρὸς Σαουλ 51 καὶ εἶπεν κύριε πέτρα μου καὶ ὀχύρωμά μου καὶ ἐξαιρούμενός με ἐμοί