Amos 2
Amos chapter 2 from the Septuagint, Morphologically Tagged Rahlfs'
1 ἔλεγξον τὸν πλησίον σου πρὶν ἢ ἀπειλῆσαι καὶ δὸς τόπον νόμῳ ὑψίστου 4 πᾶσα σοφία φόβος κυρίου καὶ ἐν πάσῃ σοφίᾳ ποίησις νόμου 6 καὶ οὐκ ἔστιν σοφία πονηρίας ἐπιστήμη καὶ οὐκ ἔστιν ὅπου βουλὴ ἁμαρτωλῶν φρόνησις 7 ἔστιν πανουργία καὶ αὕτη βδέλυγμα καὶ ἔστιν ἄφρων ἐλαττούμενος σοφίᾳ 8 κρείττων ἡττώμενος ἐν συνέσει ἔμφοβος ἢ περισσεύων ἐν φρονήσει καὶ παραβαίνων νόμον 9 ἔστιν πανουργία ἀκριβὴς καὶ αὕτη ἄδικος καὶ ἔστιν διαστρέφων χάριν τοῦ ἐκφᾶναι κρίμα 10 ἔστιν πονηρευόμενος συγκεκυφὼς μελανίᾳ καὶ τὰ ἐντὸς αὐτοῦ πλήρη δόλου 11 συγκρύφων πρόσωπον καὶ ἐθελοκωφῶν ὅπου οὐκ ἐπεγνώσθη προφθάσει σε 12 καὶ ἐὰν ὑπὸ ἐλαττώματος ἰσχύος κωλυθῇ ἁμαρτεῖν ἐὰν εὕρῃ καιρόν κακοποιήσει 13 ἀπὸ ὁράσεως ἐπιγνωσθήσεται ἀνήρ καὶ ἀπὸ ἀπαντήσεως προσώπου ἐπιγνωσθήσεται νοήμων 14 στολισμὸς ἀνδρὸς καὶ γέλως ὀδόντων καὶ βήματα ἀνθρώπου ἀναγγελεῖ τὰ περὶ αὐτοῦ