Amos 7

Amos chapter 7 from the Septuagint, Morphologically Tagged Rahlfs'

1 μετὰ ἄφρονος μὴ πληθύνῃς λόγον καὶ πρὸς ἀσύνετον μὴ πορεύου φύλαξαι ἀπ’ αὐτοῦ ἵνα μὴ κόπον ἔχῃς καὶ οὐ μὴ μολυνθῇς ἐν τῷ ἐντιναγμῷ αὐτοῦ ἔκκλινον ἀπ’ αὐτοῦ καὶ εὑρήσεις ἀνάπαυσιν καὶ οὐ μὴ ἀκηδιάσῃς ἐν τῇ ἀπονοίᾳ αὐτοῦ 2 ὑπὲρ μόλιβον τί βαρυνθήσεται καὶ τί αὐτῷ ὄνομα ἀλλ’ ἢ μωρός 3 ἄμμον καὶ ἅλα καὶ βῶλον σιδήρου εὔκοπον ὑπενεγκεῖν ἢ ἄνθρωπον ἀσύνετον 4 ἱμάντωσις ξυλίνη ἐνδεδεμένη εἰς οἰκοδομὴν ἐν συσσεισμῷ οὐ διαλυθήσεται οὕτως καρδία ἐστηριγμένη ἐπὶ διανοήματος βουλῆς ἐν καιρῷ οὐ δειλιάσει 5 καρδία ἡδρασμένη ἐπὶ διανοίας συνέσεως ὡς κόσμος ψαμμωτὸς τοίχου ξυστοῦ 6 χάρακες ἐπὶ μετεώρου κείμενοι κατέναντι ἀνέμου οὐ μὴ ὑπομείνωσιν οὕτως καρδία δειλὴ ἐπὶ διανοήματος μωροῦ κατέναντι παντὸς φόβου οὐ μὴ ὑπομείνῃ 7 ὁ νύσσων ὀφθαλμὸν κατάξει δάκρυα καὶ νύσσων καρδίαν ἐκφαίνει αἴσθησιν 8 βάλλων λίθον ἐπὶ πετεινὰ ἀποσοβεῖ αὐτά καὶ ὁ ὀνειδίζων φίλον διαλύσει φιλίαν 9 ἐπὶ φίλον ἐὰν σπάσῃς ῥομφαίαν μὴ ἀφελπίσῃς ἔστιν γὰρ ἐπάνοδος 10 ἐπὶ φίλον ἐὰν ἀνοίξῃς στόμα μὴ εὐλαβηθῇς ἔστιν γὰρ διαλλαγή πλὴν ὀνειδισμοῦ καὶ ὑπερηφανίας καὶ μυστηρίου ἀποκαλύψεως καὶ πληγῆς δολίας ἐν τούτοις ἀποφεύξεται πᾶς φίλος 11 πίστιν κτῆσαι ἐν πτωχείᾳ μετὰ τοῦ πλησίον ἵνα ἐν τοῖς ἀγαθοῖς αὐτοῦ ὁμοῦ πλησθῇς ἐν καιρῷ θλίψεως διάμενε αὐτῷ ἵνα ἐν τῇ κληρονομίᾳ αὐτοῦ συγκληρονομήσῃς 12 πρὸ πυρὸς ἀτμὶς καμίνου καὶ καπνός οὕτως πρὸ αἱμάτων λοιδορίαι 13 φίλον σκεπάσαι οὐκ αἰσχυνθήσομαι καὶ ἀπὸ προσώπου αὐτοῦ οὐ μὴ κρυβῶ 14 καὶ εἰ κακά μοι συμβήσεται δῑ αὐτόν πᾶς ὁ ἀκούων φυλάξεται ἀπ’ αὐτοῦ 15 τίς δώσει ἐπὶ στόμα μου φυλακὴν καὶ ἐπὶ τῶν χειλέων μου σφραγῖδα πανοῦργον ἵνα μὴ πέσω ἀπ’ αὐτῆς καὶ ἡ γλῶσσά μου ἀπολέσῃ με 17 κύριε πάτερ καὶ δέσποτα ζωῆς μου μὴ ἐγκαταλίπῃς με ἐν βουλῇ αὐτῶν μὴ ἀφῇς με πεσεῖν ἐν αὐτοῖς