Daniel 10

Daniel chapter 10 from the Septuagint, Morphologically Tagged Rahlfs'

1 τὰ φύλλα σου καταφάγεσαι καὶ τοὺς καρπούς σου ἀπολέσεις καὶ ἀφήσεις σεαυτὸν ὡς ξύλον ξηρόν 2 ψυχὴ πονηρὰ ἀπολεῖ τὸν κτησάμενον αὐτὴν καὶ ἐπίχαρμα ἐχθρῶν ποιήσει αὐτόν 3 λάρυγξ γλυκὺς πληθυνεῖ φίλους αὐτοῦ καὶ γλῶσσα εὔλαλος πληθυνεῖ εὐπροσήγορα 4 οἱ εἰρηνεύοντές σοι ἔστωσαν πολλοί οἱ δὲ σύμβουλοί σου εἷς ἀπὸ χιλίων 5 εἰ κτᾶσαι φίλον ἐν πειρασμῷ κτῆσαι αὐτὸν καὶ μὴ ταχὺ ἐμπιστεύσῃς αὐτῷ 6 ἔστιν γὰρ φίλος ἐν καιρῷ αὐτοῦ καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεώς σου 7 καὶ ἔστιν φίλος μετατιθέμενος εἰς ἔχθραν καὶ μάχην ὀνειδισμοῦ σου ἀποκαλύψει 8 καὶ ἔστιν φίλος κοινωνὸς τραπεζῶν καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεώς σου 9 καὶ ἐν τοῖς ἀγαθοῖς σου ἔσται ὡς σὺ καὶ ἐπὶ τοὺς οἰκέτας σου παρρησιάσεται 10 ἐὰν ταπεινωθῇς ἔσται κατὰ σοῦ καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσεται 11 ἀπὸ τῶν ἐχθρῶν σου διαχωρίσθητι καὶ ἀπὸ τῶν φίλων σου πρόσεχε 12 φίλος πιστὸς σκέπη κραταιά ὁ δὲ εὑρὼν αὐτὸν εὗρεν θησαυρόν 13 φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα καὶ οὐκ ἔστιν σταθμὸς τῆς καλλονῆς αὐτοῦ 14 φίλος πιστὸς φάρμακον ζωῆς καὶ οἱ φοβούμενοι κύριον εὑρήσουσιν αὐτόν 15 ὁ φοβούμενος κύριον εὐθυνεῖ φιλίαν αὐτοῦ ὅτι κατ’ αὐτὸν οὕτως καὶ ὁ πλησίον αὐτοῦ 16 τέκνον ἐκ νεότητός σου ἐπίλεξαι παιδείαν καὶ ἕως πολιῶν εὑρήσεις σοφίαν 17 ὡς ὁ ἀροτριῶν καὶ ὁ σπείρων πρόσελθε αὐτῇ καὶ ἀνάμενε τοὺς ἀγαθοὺς καρποὺς αὐτῆς ἐν γὰρ τῇ ἐργασίᾳ αὐτῆς ὀλίγον κοπιάσεις καὶ ταχὺ φάγεσαι τῶν γενημάτων αὐτῆς 18 ὡς τραχεῖά ἐστιν σφόδρα τοῖς ἀπαιδεύτοις καὶ οὐκ ἐμμενεῖ ἐν αὐτῇ ἀκάρδιος 19 ὡς λίθος δοκιμασίας ἰσχυρὸς ἔσται ἐπ’ αὐτῷ καὶ οὐ χρονιεῖ ἀπορρῖψαι αὐτήν 20 σοφία γὰρ κατὰ τὸ ὄνομα αὐτῆς ἐστιν καὶ οὐ πολλοῖς ἐστιν φανερά 21 ἄκουσον τέκνον καὶ ἔκδεξαι γνώμην μου καὶ μὴ ἀπαναίνου τὴν συμβουλίαν μου