Deuteronomy 7
Deuteronomy chapter 7 from the Septuagint, Morphologically Tagged Rahlfs'
1 καὶ ἔσται ὅταν εἰσαγάγῃ σε κύριος ὁ θεός σου εἰς τὴν γῆν ἣν ὤμοσεν τοῖς πατράσιν σου τῷ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ δοῦναί σοι πόλεις μεγάλας καὶ καλάς ἃς οὐκ ᾠκοδόμησας 2 οἰκίας πλήρεις πάντων ἀγαθῶν ἃς οὐκ ἐνέπλησας λάκκους λελατομημένους οὓς οὐκ ἐξελατόμησας ἀμπελῶνας καὶ ἐλαιῶνας οὓς οὐ κατεφύτευσας καὶ φαγὼν καὶ ἐμπλησθεὶς 3 πρόσεχε σεαυτῷ μὴ ἐπιλάθῃ κυρίου τοῦ θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας 4 κύριον τὸν θεόν σου φοβηθήσῃ καὶ αὐτῷ λατρεύσεις καὶ πρὸς αὐτὸν κολληθήσῃ καὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ 5 οὐ πορεύσεσθε ὀπίσω θεῶν ἑτέρων ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν τῶν περικύκλῳ ὑμῶν 6 ὅτι θεὸς ζηλωτὴς κύριος ὁ θεός σου ἐν σοί μὴ ὀργισθεὶς θυμωθῇ κύριος ὁ θεός σου ἐν σοὶ καὶ ἐξολεθρεύσῃ σε ἀπὸ προσώπου τῆς γῆς 7 οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου ὃν τρόπον ἐξεπειράσασθε ἐν τῷ Πειρασμῷ 8 φυλάσσων φυλάξῃ τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ σου τὰ μαρτύρια καὶ τὰ δικαιώματα ὅσα ἐνετείλατό σοι 9 καὶ ποιήσεις τὸ ἀρεστὸν καὶ τὸ καλὸν ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν ἵνα εὖ σοι γένηται καὶ εἰσέλθῃς καὶ κληρονομήσῃς τὴν γῆν τὴν ἀγαθήν ἣν ὤμοσεν κύριος τοῖς πατράσιν ὑμῶν 10 ἐκδιῶξαι πάντας τοὺς ἐχθρούς σου πρὸ προσώπου σου καθὰ ἐλάλησεν 11 καὶ ἔσται ὅταν ἐρωτήσῃ σε ὁ υἱός σου αὔριον λέγων τί ἐστιν τὰ μαρτύρια καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐνετείλατο κύριος ὁ θεὸς ἡμῶν ἡμῖν 12 καὶ ἐρεῖς τῷ υἱῷ σου οἰκέται ἦμεν τῷ Φαραω ἐν γῇ Αἰγύπτῳ καὶ ἐξήγαγεν ἡμᾶς κύριος ἐκεῖθεν ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ 13 καὶ ἔδωκεν κύριος σημεῖα καὶ τέρατα μεγάλα καὶ πονηρὰ ἐν Αἰγύπτῳ ἐν Φαραω καὶ ἐν τῷ οἴκῳ αὐτοῦ ἐνώπιον ἡμῶν 14 καὶ ἡμᾶς ἐξήγαγεν ἐκεῖθεν ἵνα εἰσαγάγῃ ἡμᾶς δοῦναι ἡμῖν τὴν γῆν ταύτην ἣν ὤμοσεν δοῦναι τοῖς πατράσιν ἡμῶν 15 καὶ ἐνετείλατο ἡμῖν κύριος ποιεῖν πάντα τὰ δικαιώματα ταῦτα φοβεῖσθαι κύριον τὸν θεὸν ἡμῶν ἵνα εὖ ᾖ ἡμῖν πάσας τὰς ἡμέρας ἵνα ζῶμεν ὥσπερ καὶ σήμερον 16 καὶ ἐλεημοσύνη ἔσται ἡμῖν ἐὰν φυλασσώμεθα ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας ἐναντίον κυρίου τοῦ θεοῦ ἡμῶν καθὰ ἐνετείλατο ἡμῖν κύριος 18 ἐὰν δὲ εἰσαγάγῃ σε κύριος ὁ θεός σου εἰς τὴν γῆν εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι καὶ ἐξαρεῖ ἔθνη μεγάλα ἀπὸ προσώπου σου τὸν Χετταῖον καὶ Γεργεσαῖον καὶ Αμορραῖον καὶ Χαναναῖον καὶ Φερεζαῖον καὶ Ευαῖον καὶ Ιεβουσαῖον ἑπτὰ ἔθνη πολλὰ καὶ ἰσχυρότερα ὑμῶν 19 καὶ παραδώσει αὐτοὺς κύριος ὁ θεός σου εἰς τὰς χεῖράς σου καὶ πατάξεις αὐτούς ἀφανισμῷ ἀφανιεῖς αὐτούς οὐ διαθήσῃ πρὸς αὐτοὺς διαθήκην οὐδὲ μὴ ἐλεήσητε αὐτούς 20 οὐδὲ μὴ γαμβρεύσητε πρὸς αὐτούς τὴν θυγατέρα σου οὐ δώσεις τῷ υἱῷ αὐτοῦ καὶ τὴν θυγατέρα αὐτοῦ οὐ λήμψῃ τῷ υἱῷ σου 21 ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ’ ἐμοῦ καὶ λατρεύσει θεοῖς ἑτέροις καὶ ὀργισθήσεται θυμῷ κύριος εἰς ὑμᾶς καὶ ἐξολεθρεύσει σε τὸ τάχος 22 ἀλλ’ οὕτως ποιήσετε αὐτοῖς τοὺς βωμοὺς αὐτῶν καθελεῖτε καὶ τὰς στήλας αὐτῶν συντρίψετε καὶ τὰ ἄλση αὐτῶν ἐκκόψετε καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε πυρί 23 ὅτι λαὸς ἅγιος εἶ κυρίῳ τῷ θεῷ σου καὶ σὲ προείλατο κύριος ὁ θεός σου εἶναί σε αὐτῷ λαὸν περιούσιον παρὰ πάντα τὰ ἔθνη ὅσα ἐπὶ προσώπου τῆς γῆς 24 οὐχ ὅτι πολυπληθεῖτε παρὰ πάντα τὰ ἔθνη προείλατο κύριος ὑμᾶς καὶ ἐξελέξατο ὑμᾶς ὑμεῖς γάρ ἐστε ὀλιγοστοὶ παρὰ πάντα τὰ ἔθνη 25 ἀλλὰ παρὰ τὸ ἀγαπᾶν κύριον ὑμᾶς καὶ διατηρῶν τὸν ὅρκον ὃν ὤμοσεν τοῖς πατράσιν ὑμῶν ἐξήγαγεν κύριος ὑμᾶς ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐλυτρώσατο ἐξ οἴκου δουλείας ἐκ χειρὸς Φαραω βασιλέως Αἰγύπτου 26 καὶ γνώσῃ ὅτι κύριος ὁ θεός σου οὗτος θεός θεὸς πιστός ὁ φυλάσσων διαθήκην καὶ ἔλεος τοῖς ἀγαπῶσιν αὐτὸν καὶ τοῖς φυλάσσουσιν τὰς ἐντολὰς αὐτοῦ εἰς χιλίας γενεὰς