Ecclesiastes 6

Ecclesiastes chapter 6 from the Septuagint, Morphologically Tagged Rahlfs'

1 εἶπεν κύριος ἐκ Βασαν ἐπιστρέψω ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης 2 ὅπως ἂν βαφῇ ὁ πούς σου ἐν αἵματι ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρ’ αὐτοῦ 3 ἐθεωρήθησαν αἱ πορεῖαί σου ὁ θεός αἱ πορεῖαι τοῦ θεοῦ μου τοῦ βασιλέως τοῦ ἐν τῷ ἁγίῳ 4 προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων ἐν μέσῳ νεανίδων τυμπανιστριῶν 5 ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν θεόν τὸν κύριον ἐκ πηγῶν Ισραηλ 6 ἐκεῖ Βενιαμιν νεώτερος ἐν ἐκστάσει ἄρχοντες Ιουδα ἡγεμόνες αὐτῶν ἄρχοντες Ζαβουλων ἄρχοντες Νεφθαλι 7 ἔντειλαι ὁ θεός τῇ δυνάμει σου δυνάμωσον ὁ θεός τοῦτο ὃ κατειργάσω ἡμῖν 8 ἀπὸ τοῦ ναοῦ σου ἐπὶ Ιερουσαλημ σοὶ οἴσουσιν βασιλεῖς δῶρα 9 ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου ἡ συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσιν τῶν λαῶν τοῦ μὴ ἀποκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα 10 ἥξουσιν πρέσβεις ἐξ Αἰγύπτου Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ θεῷ 11 αἱ βασιλεῖαι τῆς γῆς ᾄσατε τῷ θεῷ ψάλατε τῷ κυρίῳ διάψαλμα 12 ψάλατε τῷ θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολάς ἰδοὺ δώσει ἐν τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως