Exodus 31
Exodus chapter 31 from the Septuagint, Morphologically Tagged Rahlfs'
1 καὶ ἁγιάσεις αὐτά καὶ ἔσται ἅγια τῶν ἁγίων πᾶς ὁ ἁπτόμενος αὐτῶν ἁγιασθήσεται 2 καὶ Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ χρίσεις καὶ ἁγιάσεις αὐτοὺς ἱερατεύειν μοι 3 καὶ τοῖς υἱοῖς Ισραηλ λαλήσεις λέγων ἔλαιον ἄλειμμα χρίσεως ἅγιον ἔσται τοῦτο ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν 4 ἐπὶ σάρκα ἀνθρώπου οὐ χρισθήσεται καὶ κατὰ τὴν σύνθεσιν ταύτην οὐ ποιήσετε ὑμῖν ἑαυτοῖς ὡσαύτως ἅγιόν ἐστιν καὶ ἁγίασμα ἔσται ὑμῖν 5 ὃς ἂν ποιήσῃ ὡσαύτως καὶ ὃς ἂν δῷ ἀπ’ αὐτοῦ ἀλλογενεῖ ἐξολεθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτοῦ 6 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λαβὲ σεαυτῷ ἡδύσματα στακτήν ὄνυχα χαλβάνην ἡδυσμοῦ καὶ λίβανον διαφανῆ ἴσον ἴσῳ ἔσται 7 καὶ ποιήσουσιν ἐν αὐτῷ θυμίαμα μυρεψικὸν ἔργον μυρεψοῦ μεμιγμένον καθαρόν ἔργον ἅγιον 8 καὶ συγκόψεις ἐκ τούτων λεπτὸν καὶ θήσεις ἀπέναντι τῶν μαρτυρίων ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ὅθεν γνωσθήσομαί σοι ἐκεῖθεν ἅγιον τῶν ἁγίων ἔσται ὑμῖν 9 θυμίαμα κατὰ τὴν σύνθεσιν ταύτην οὐ ποιήσετε ὑμῖν αὐτοῖς ἁγίασμα ἔσται ὑμῖν κυρίῳ 10 ὃς ἂν ποιήσῃ ὡσαύτως ὥστε ὀσφραίνεσθαι ἐν αὐτῷ ἀπολεῖται ἐκ τοῦ λαοῦ αὐτοῦ 12 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων 13 ἰδοὺ ἀνακέκλημαι ἐξ ὀνόματος τὸν Βεσελεηλ τὸν τοῦ Ουριου τὸν Ωρ τῆς φυλῆς Ιουδα 14 καὶ ἐνέπλησα αὐτὸν πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης ἐν παντὶ ἔργῳ 15 διανοεῖσθαι καὶ ἀρχιτεκτονῆσαι ἐργάζεσθαι τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν χαλκὸν καὶ τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον τὸ νηστὸν καὶ τὴν βύσσον τὴν κεκλωσμένην 16 καὶ τὰ λιθουργικὰ καὶ εἰς τὰ ἔργα τὰ τεκτονικὰ τῶν ξύλων ἐργάζεσθαι κατὰ πάντα τὰ ἔργα 17 καὶ ἐγὼ ἔδωκα αὐτὸν καὶ τὸν Ελιαβ τὸν τοῦ Αχισαμαχ ἐκ φυλῆς Δαν καὶ παντὶ συνετῷ καρδίᾳ δέδωκα σύνεσιν καὶ ποιήσουσιν πάντα ὅσα σοι συνέταξα 18 τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὴν κιβωτὸν τῆς διαθήκης καὶ τὸ ἱλαστήριον τὸ ἐπ’ αὐτῆς καὶ τὴν διασκευὴν τῆς σκηνῆς