Ezekiel 45

Ezekiel chapter 45 from the Septuagint, Morphologically Tagged Rahlfs'

1 κἂν γάρ τις ᾖ τέλειος ἐν υἱοῖς ἀνθρώπων τῆς ἀπὸ σοῦ σοφίας ἀπούσης εἰς οὐδὲν λογισθήσεται 2 σύ με προείλω βασιλέα λαοῦ σου καὶ δικαστὴν υἱῶν σου καὶ θυγατέρων 3 εἶπας οἰκοδομῆσαι ναὸν ἐν ὄρει ἁγίῳ σου καὶ ἐν πόλει κατασκηνώσεώς σου θυσιαστήριον μίμημα σκηνῆς ἁγίας ἣν προητοίμασας ἀπ’ ἀρχῆς 4 καὶ μετὰ σοῦ ἡ σοφία ἡ εἰδυῖα τὰ ἔργα σου καὶ παροῦσα ὅτε ἐποίεις τὸν κόσμον καὶ ἐπισταμένη τί ἀρεστὸν ἐν ὀφθαλμοῖς σου καὶ τί εὐθὲς ἐν ἐντολαῖς σου 5 ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίων οὐρανῶν καὶ ἀπὸ θρόνου δόξης σου πέμψον αὐτήν ἵνα συμπαροῦσά μοι κοπιάσῃ καὶ γνῶ τί εὐάρεστόν ἐστιν παρὰ σοί 6 οἶδε γὰρ ἐκείνη πάντα καὶ συνίει καὶ ὁδηγήσει με ἐν ταῖς πράξεσί μου σωφρόνως καὶ φυλάξει με ἐν τῇ δόξῃ αὐτῆς 7 καὶ ἔσται προσδεκτὰ τὰ ἔργα μου καὶ διακρινῶ τὸν λαόν σου δικαίως καὶ ἔσομαι ἄξιος θρόνων πατρός μου 8 τίς γὰρ ἄνθρωπος γνώσεται βουλὴν θεοῦ ἢ τίς ἐνθυμηθήσεται τί θέλει ὁ κύριος 9 λογισμοὶ γὰρ θνητῶν δειλοί καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι ἡμῶν 10 φθαρτὸν γὰρ σῶμα βαρύνει ψυχήν καὶ βρίθει τὸ γεῶδες σκῆνος νοῦν πολυφρόντιδα 11 καὶ μόλις εἰκάζομεν τὰ ἐπὶ γῆς καὶ τὰ ἐν χερσὶν εὑρίσκομεν μετὰ πόνου τὰ δὲ ἐν οὐρανοῖς τίς ἐξιχνίασεν 12 βουλὴν δέ σου τίς ἔγνω εἰ μὴ σὺ ἔδωκας σοφίαν καὶ ἔπεμψας τὸ ἅγιόν σου πνεῦμα ἀπὸ ὑψίστων 13 καὶ οὕτως διωρθώθησαν αἱ τρίβοι τῶν ἐπὶ γῆς καὶ τὰ ἀρεστά σου ἐδιδάχθησαν ἄνθρωποι καὶ τῇ σοφίᾳ ἐσώθησαν 16 αὕτη πρωτόπλαστον πατέρα κόσμου μόνον κτισθέντα διεφύλαξεν καὶ ἐξείλατο αὐτὸν ἐκ παραπτώματος ἰδίου 17 ἔδωκέν τε αὐτῷ ἰσχὺν κρατῆσαι ἁπάντων 18 ἀποστὰς δὲ ἀπ’ αὐτῆς ἄδικος ἐν ὀργῇ αὐτοῦ ἀδελφοκτόνοις συναπώλετο θυμοῖς 19 δῑ ὃν κατακλυζομένην γῆν πάλιν ἔσωσεν σοφία δῑ εὐτελοῦς ξύλου τὸν δίκαιον κυβερνήσασα 20 αὕτη καὶ ἐν ὁμονοίᾳ πονηρίας ἐθνῶν συγχυθέντων ἔγνω τὸν δίκαιον καὶ ἐτήρησεν αὐτὸν ἄμεμπτον θεῷ καὶ ἐπὶ τέκνου σπλάγχνοις ἰσχυρὸν ἐφύλαξεν 21 αὕτη δίκαιον ἐξαπολλυμένων ἀσεβῶν ἐρρύσατο φυγόντα καταβάσιον πῦρ Πενταπόλεως 22 ἧς ἔτι μαρτύριον τῆς πονηρίας καπνιζομένη καθέστηκε χέρσος καὶ ἀτελέσιν ὥραις καρποφοροῦντα φυτά ἀπιστούσης ψυχῆς μνημεῖον ἑστηκυῖα στήλη ἁλός 23 σοφίαν γὰρ παροδεύσαντες οὐ μόνον ἐβλάβησαν τοῦ μὴ γνῶναι τὰ καλά ἀλλὰ καὶ τῆς ἀφροσύνης ἀπέλιπον τῷ βίῳ μνημόσυνον ἵνα ἐν οἷς ἐσφάλησαν μηδὲ λαθεῖν δυνηθῶσιν 24 σοφία δὲ τοὺς θεραπεύοντας αὐτὴν ἐκ πόνων ἐρρύσατο 25 αὕτη φυγάδα ὀργῆς ἀδελφοῦ δίκαιον ὡδήγησεν ἐν τρίβοις εὐθείαις ἔδειξεν αὐτῷ βασιλείαν θεοῦ καὶ ἔδωκεν αὐτῷ γνῶσιν ἁγίων εὐπόρησεν αὐτὸν ἐν μόχθοις καὶ ἐπλήθυνεν τοὺς πόνους αὐτοῦ