Ezra 9
Ezra chapter 9 from the Septuagint, Morphologically Tagged Rahlfs'
1 βασιλεύει δὲ μῆνας τρεῖς καὶ ἡμέρας δέκα ἐν Ιερουσαλημ καὶ ἐποίησεν τὸ πονηρὸν ἔναντι κυρίου 2 καὶ μετ’ ἐνιαυτὸν ἀποστείλας Ναβουχοδονοσορ μετήγαγεν αὐτὸν εἰς Βαβυλῶνα ἅμα τοῖς ἱεροῖς σκεύεσιν τοῦ κυρίου 3 καὶ ἀνέδειξε Σεδεκιαν βασιλέα τῆς Ιουδαίας καὶ Ιερουσαλημ Σεδεκιαν ὄντα ἐτῶν εἴκοσι ἑνός βασιλεύει δὲ ἔτη ἕνδεκα 4 καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ οὐκ ἐνετράπη ἀπὸ τῶν ῥηθέντων λόγων ὑπὸ Ιερεμιου τοῦ προφήτου ἐκ στόματος τοῦ κυρίου 5 καὶ ὁρκισθεὶς ἀπὸ τοῦ βασιλέως Ναβουχοδονοσορ τῷ ὀνόματι τοῦ κυρίου ἐπιορκήσας ἀπέστη καὶ σκληρύνας αὐτοῦ τὸν τράχηλον καὶ τὴν καρδίαν αὐτοῦ παρέβη τὰ νόμιμα κυρίου θεοῦ Ισραηλ 6 καὶ οἱ ἡγούμενοι δὲ τοῦ λαοῦ καὶ τῶν ἱερέων πολλὰ ἠσέβησαν καὶ ἠνόμησαν ὑπὲρ πάσας τὰς ἀκαθαρσίας πάντων τῶν ἐθνῶν καὶ ἐμίαναν τὸ ἱερὸν τοῦ κυρίου τὸ ἁγιαζόμενον ἐν Ιεροσολύμοις 7 καὶ ἀπέστειλεν ὁ θεὸς τῶν πατέρων αὐτῶν διὰ τοῦ ἀγγέλου αὐτοῦ μετακαλέσαι αὐτούς καθὸ ἐφείδετο αὐτῶν καὶ τοῦ σκηνώματος αὐτοῦ 8 αὐτοὶ δὲ ἐξεμυκτήρισαν ἐν τοῖς ἀγγέλοις αὐτοῦ καὶ ᾗ ἡμέρᾳ ἐλάλησεν κύριος ἦσαν ἐκπαίζοντες τοὺς προφήτας αὐτοῦ ἕως τοῦ θυμωθέντα αὐτὸν ἐπὶ τῷ ἔθνει αὐτοῦ διὰ τὰ δυσσεβήματα προστάξαι ἀναβιβάσαι ἐπ’ αὐτοὺς τοὺς βασιλεῖς τῶν Χαλδαίων 9 οὗτοι ἀπέκτειναν τοὺς νεανίσκους αὐτῶν ἐν ῥομφαίᾳ περικύκλῳ τοῦ ἁγίου αὐτῶν ἱεροῦ καὶ οὐκ ἐφείσαντο νεανίσκου καὶ παρθένου καὶ πρεσβύτου καὶ νεωτέρου ἀλλὰ πάντας παρέδωκεν εἰς τὰς χεῖρας αὐτῶν 10 καὶ πάντα τὰ ἱερὰ σκεύη τοῦ κυρίου τὰ μεγάλα καὶ τὰ μικρὰ καὶ τὰς κιβωτοὺς τοῦ κυρίου καὶ τὰς βασιλικὰς ἀποθήκας ἀναλαβόντες ἀπήνεγκαν εἰς Βαβυλῶνα 11 καὶ ἐνεπύρισαν τὸν οἶκον τοῦ κυρίου καὶ ἔλυσαν τὰ τείχα Ιεροσολύμων καὶ τοὺς πύργους αὐτῶν ἐνεπύρισαν ἐν πυρὶ 12 καὶ συνετέλεσαν πάντα τὰ ἔνδοξα αὐτῆς ἀχρεῶσαι καὶ τοὺς ἐπιλοίπους ἀπήγαγεν μετὰ ῥομφαίας εἰς Βαβυλῶνα 13 καὶ ἦσαν παῖδες αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ μέχρι τοῦ βασιλεῦσαι Πέρσας εἰς ἀναπλήρωσιν τοῦ ῥήματος τοῦ κυρίου ἐν στόματι Ιερεμιου 14 ἕως τοῦ εὐδοκῆσαι τὴν γῆν τὰ σάββατα αὐτῆς πάντα τὸν χρόνον τῆς ἐρημώσεως αὐτῆς σαββατιεῖ εἰς συμπλήρωσιν ἐτῶν ἑβδομήκοντα