Habakkuk 2
Habakkuk chapter 2 from the Septuagint, Morphologically Tagged Rahlfs'
1 ἐκεῖ παῖζε καὶ ποίει τὰ ἐνθυμήματά σου καὶ μὴ ἁμάρτῃς λόγῳ ὑπερηφάνῳ 2 καὶ ἐπὶ τούτοις εὐλόγησον τὸν ποιήσαντά σε καὶ μεθύσκοντά σε ἀπὸ τῶν ἀγαθῶν αὐτοῦ 3 ὁ φοβούμενος κύριον ἐκδέξεται παιδείαν καὶ οἱ ὀρθρίζοντες εὑρήσουσιν εὐδοκίαν 4 ὁ ζητῶν νόμον ἐμπλησθήσεται αὐτοῦ καὶ ὁ ὑποκρινόμενος σκανδαλισθήσεται ἐν αὐτῷ 5 οἱ φοβούμενοι κύριον εὑρήσουσιν κρίμα καὶ δικαιώματα ὡς φῶς ἐξάψουσιν 6 ἄνθρωπος ἁμαρτωλὸς ἐκκλινεῖ ἐλεγμὸν καὶ κατὰ τὸ θέλημα αὐτοῦ εὑρήσει σύγκριμα 7 ἀνὴρ βουλῆς οὐ μὴ παρίδῃ διανόημα ἀλλότριος καὶ ὑπερήφανος οὐ καταπτήξει φόβον 8 ἄνευ βουλῆς μηθὲν ποιήσῃς καὶ ἐν τῷ ποιῆσαί σε μὴ μεταμελοῦ 9 ἐν ὁδῷ ἀντιπτώματος μὴ πορεύου καὶ μὴ προσκόψῃς ἐν λιθώδεσιν 10 μὴ πιστεύσῃς ἐν ὁδῷ ἀπροσκόπῳ 11 καὶ ἀπὸ τῶν τέκνων σου φύλαξαι 12 ἐν παντὶ ἔργῳ πίστευε τῇ ψυχῇ σου καὶ γὰρ τοῦτό ἐστιν τήρησις ἐντολῶν 13 ὁ πιστεύων νόμῳ προσέχει ἐντολαῖς καὶ ὁ πεποιθὼς κυρίῳ οὐκ ἐλαττωθήσεται 17 τῷ φοβουμένῳ κύριον οὐκ ἀπαντήσει κακόν ἀλλ’ ἐν πειρασμῷ καὶ πάλιν ἐξελεῖται 18 ἀνὴρ σοφὸς οὐ μισήσει νόμον ὁ δὲ ὑποκρινόμενος ἐν αὐτῷ ὡς ἐν καταιγίδι πλοῖον 19 ἄνθρωπος συνετὸς ἐμπιστεύσει νόμῳ καὶ ὁ νόμος αὐτῷ πιστὸς ὡς ἐρώτημα δήλων 20 ἑτοίμασον λόγον καὶ οὕτως ἀκουσθήσῃ σύνδησον παιδείαν καὶ ἀποκρίθητι