Habakkuk 3
Habakkuk chapter 3 from the Septuagint, Morphologically Tagged Rahlfs'
1 ἵππος εἰς ὀχείαν ὡς φίλος μωκός ὑποκάτω παντὸς ἐπικαθημένου χρεμετίζει 2 διὰ τί ἡμέρα ἡμέρας ὑπερέχει καὶ πᾶν φῶς ἡμέρας ἐνιαυτοῦ ἀφ’ ἡλίου 3 ἐν γνώσει κυρίου διεχωρίσθησαν καὶ ἠλλοίωσεν καιροὺς καὶ ἑορτάς 4 ἀπ’ αὐτῶν ἀνύψωσεν καὶ ἡγίασεν καὶ ἐξ αὐτῶν ἔθηκεν εἰς ἀριθμὸν ἡμερῶν 5 καὶ ἄνθρωποι πάντες ἀπὸ ἐδάφους καὶ ἐκ γῆς ἐκτίσθη Αδαμ 6 ἐν πλήθει ἐπιστήμης κύριος διεχώρισεν αὐτοὺς καὶ ἠλλοίωσεν τὰς ὁδοὺς αὐτῶν 7 ἐξ αὐτῶν εὐλόγησεν καὶ ἀνύψωσεν καὶ ἐξ αὐτῶν ἡγίασεν καὶ πρὸς αὐτὸν ἤγγισεν ἀπ’ αὐτῶν κατηράσατο καὶ ἐταπείνωσεν καὶ ἀνέστρεψεν αὐτοὺς ἀπὸ στάσεως αὐτῶν 8 ὡς πηλὸς κεραμέως ἐν χειρὶ αὐτοῦ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ οὕτως ἄνθρωποι ἐν χειρὶ τοῦ ποιήσαντος αὐτοὺς ἀποδοῦναι αὐτοῖς κατὰ τὴν κρίσιν αὐτοῦ 9 ἀπέναντι τοῦ κακοῦ τὸ ἀγαθόν καὶ ἀπέναντι τοῦ θανάτου ἡ ζωή οὕτως ἀπέναντι εὐσεβοῦς ἁμαρτωλός 10 καὶ οὕτως ἔμβλεψον εἰς πάντα τὰ ἔργα τοῦ ὑψίστου δύο δύο ἓν κατέναντι τοῦ ἑνός 11 κἀγὼ ἔσχατος ἠγρύπνησα ὡς καλαμώμενος ὀπίσω τρυγητῶν 12 ἐν εὐλογίᾳ κυρίου ἔφθασα καὶ ὡς τρυγῶν ἐπλήρωσα ληνόν 13 κατανοήσατε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα ἀλλὰ πᾶσιν τοῖς ζητοῦσιν παιδείαν 14 ἀκούσατέ μου μεγιστᾶνες λαοῦ καὶ οἱ ἡγούμενοι ἐκκλησίας ἐνωτίσασθε 15 υἱῷ καὶ γυναικί ἀδελφῷ καὶ φίλῳ μὴ δῷς ἐξουσίαν ἐπὶ σὲ ἐν ζωῇ σου καὶ μὴ δῷς ἑτέρῳ τὰ χρήματά σου ἵνα μὴ μεταμεληθεὶς δέῃ περὶ αὐτῶν 16 ἕως ἔτι ζῇς καὶ πνοὴ ἐν σοί μὴ ἀλλάξῃς σεαυτὸν ἐν πάσῃ σαρκί 17 κρεῖσσον γάρ ἐστιν τὰ τέκνα δεηθῆναί σου ἢ σὲ ἐμβλέπειν εἰς χεῖρας υἱῶν σου 18 ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ὑπεράγων μὴ δῷς μῶμον ἐν τῇ δόξῃ σου 19 ἐν ἡμέρᾳ συντελείας ἡμερῶν ζωῆς σου καὶ ἐν καιρῷ τελευτῆς διάδος κληρονομίαν