Haggai 1
Haggai chapter 1 from the Septuagint, Morphologically Tagged Rahlfs'
1 καὶ οὐ μὴ ἀποστῇ ἕως ἐπισκέψηται ὁ ὕψιστος καὶ κρινεῖ δικαίοις καὶ ποιήσει κρίσιν 2 καὶ ὁ κύριος οὐ μὴ βραδύνῃ οὐδὲ μὴ μακροθυμήσῃ ἐπ’ αὐτοῖς 3 ἕως ἂν συντρίψῃ ὀσφὺν ἀνελεημόνων καὶ τοῖς ἔθνεσιν ἀνταποδώσει ἐκδίκησιν 4 ἕως ἐξάρῃ πλῆθος ὑβριστῶν καὶ σκῆπτρα ἀδίκων συντρίψει 5 ἕως ἀνταποδῷ ἀνθρώπῳ κατὰ τὰς πράξεις αὐτοῦ καὶ τὰ ἔργα τῶν ἀνθρώπων κατὰ τὰ ἐνθυμήματα αὐτῶν 6 ἕως κρίνῃ τὴν κρίσιν τοῦ λαοῦ αὐτοῦ καὶ εὐφρανεῖ αὐτοὺς ἐν τῷ ἐλέει αὐτοῦ 7 ὡραῖον ἔλεος ἐν καιρῷ θλίψεως αὐτοῦ ὡς νεφέλαι ὑετοῦ ἐν καιρῷ ἀβροχίας 11 ἐλέησον ἡμᾶς δέσποτα ὁ θεὸς πάντων καὶ ἐπίβλεψον καὶ ἐπίβαλε τὸν φόβον σου ἐπὶ πάντα τὰ ἔθνη 12 ἔπαρον τὴν χεῖρά σου ἐπὶ ἔθνη ἀλλότρια καὶ ἰδέτωσαν τὴν δυναστείαν σου 13 ὥσπερ ἐνώπιον αὐτῶν ἡγιάσθης ἐν ἡμῖν οὕτως ἐνώπιον ἡμῶν μεγαλυνθείης ἐν αὐτοῖς 14 καὶ ἐπιγνώτωσάν σε καθάπερ καὶ ἡμεῖς ἐπέγνωμεν ὅτι οὐκ ἔστιν θεὸς πλὴν σοῦ κύριε 15 ἐγκαίνισον σημεῖα καὶ ἀλλοίωσον θαυμάσια δόξασον χεῖρα καὶ βραχίονα δεξιόν