Hosea 10

Hosea chapter 10 from the Septuagint, Morphologically Tagged Rahlfs'

1 ἴχνος καρδίας ἐν ἀγαθοῖς πρόσωπον ἱλαρόν καὶ εὕρεσις παραβολῶν διαλογισμοὶ μετὰ κόπων 3 μακάριος ἀνήρ ὃς οὐκ ὠλίσθησεν ἐν τῷ στόματι αὐτοῦ καὶ οὐ κατενύγη ἐν λύπῃ ἁμαρτιῶν 4 μακάριος οὗ οὐ κατέγνω ἡ ψυχὴ αὐτοῦ καὶ ὃς οὐκ ἔπεσεν ἀπὸ τῆς ἐλπίδος αὐτοῦ 5 ἀνδρὶ μικρολόγῳ οὐ καλὸς ὁ πλοῦτος καὶ ἀνθρώπῳ βασκάνῳ ἵνα τί χρήματα 6 ὁ συνάγων ἀπὸ τῆς ψυχῆς αὐτοῦ συνάγει ἄλλοις καὶ ἐν τοῖς ἀγαθοῖς αὐτοῦ τρυφήσουσιν ἕτεροι 7 ὁ πονηρὸς ἑαυτῷ τίνι ἀγαθὸς ἔσται καὶ οὐ μὴ εὐφρανθήσεται ἐν τοῖς χρήμασιν αὐτοῦ 8 τοῦ βασκαίνοντος ἑαυτὸν οὐκ ἔστιν πονηρότερος καὶ τοῦτο ἀνταπόδομα τῆς κακίας αὐτοῦ 9 κἂν εὖ ποιῇ ἐν λήθῃ ποιεῖ καὶ ἐπ’ ἐσχάτων ἐκφαίνει τὴν κακίαν αὐτοῦ 10 πονηρὸς ὁ βασκαίνων ὀφθαλμῷ ἀποστρέφων πρόσωπον καὶ ὑπερορῶν ψυχάς 11 πλεονέκτου ὀφθαλμὸς οὐκ ἐμπίπλαται μερίδι καὶ ἀδικία πονηρὰ ἀναξηραίνει ψυχήν 12 ὀφθαλμὸς πονηρὸς φθονερὸς ἐπ’ ἄρτῳ καὶ ἐλλιπὴς ἐπὶ τῆς τραπέζης αὐτοῦ 13 τέκνον καθὼς ἐὰν ἔχῃς εὖ ποίει σεαυτὸν καὶ προσφορὰς κυρίῳ ἀξίως πρόσαγε 14 μνήσθητι ὅτι θάνατος οὐ χρονιεῖ καὶ διαθήκη ᾅδου οὐχ ὑπεδείχθη σοι 15 πρίν σε τελευτῆσαι εὖ ποίει φίλῳ καὶ κατὰ τὴν ἰσχύν σου ἔκτεινον καὶ δὸς αὐτῷ