Hosea 13

Hosea chapter 13 from the Septuagint, Morphologically Tagged Rahlfs'

1 ἐὰν θέλῃς συντηρήσεις ἐντολὰς καὶ πίστιν ποιῆσαι εὐδοκίας 2 παρέθηκέν σοι πῦρ καὶ ὕδωρ οὗ ἐὰν θέλῃς ἐκτενεῖς τὴν χεῖρά σου 3 ἔναντι ἀνθρώπων ἡ ζωὴ καὶ ὁ θάνατος καὶ ὃ ἐὰν εὐδοκήσῃ δοθήσεται αὐτῷ 4 ὅτι πολλὴ ἡ σοφία τοῦ κυρίου ἰσχυρὸς ἐν δυναστείᾳ καὶ βλέπων τὰ πάντα 5 καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν καὶ αὐτὸς ἐπιγνώσεται πᾶν ἔργον ἀνθρώπου 6 οὐκ ἐνετείλατο οὐδενὶ ἀσεβεῖν καὶ οὐκ ἔδωκεν ἄνεσιν οὐδενὶ ἁμαρτάνειν 8 μὴ ἐπιθύμει τέκνων πλῆθος ἀχρήστων μηδὲ εὐφραίνου ἐπὶ υἱοῖς ἀσεβέσιν 9 ἐὰν πληθύνωσιν μὴ εὐφραίνου ἐπ’ αὐτοῖς εἰ μή ἐστιν φόβος κυρίου μετ’ αὐτῶν 10 μὴ ἐμπιστεύσῃς τῇ ζωῇ αὐτῶν καὶ μὴ ἔπεχε ἐπὶ τὸ πλῆθος αὐτῶν κρείσσων γὰρ εἷς ἢ χίλιοι καὶ ἀποθανεῖν ἄτεκνον ἢ ἔχειν τέκνα ἀσεβῆ 11 ἀπὸ γὰρ ἑνὸς συνετοῦ συνοικισθήσεται πόλις φυλὴ δὲ ἀνόμων ἐρημωθήσεται 12 πολλὰ τοιαῦτα ἑόρακεν ὁ ὀφθαλμός μου καὶ ἰσχυρότερα τούτων ἀκήκοεν τὸ οὖς μου 13 ἐν συναγωγῇ ἁμαρτωλῶν ἐκκαυθήσεται πῦρ καὶ ἐν ἔθνει ἀπειθεῖ ἐξεκαύθη ὀργή 14 οὐκ ἐξιλάσατο περὶ τῶν ἀρχαίων γιγάντων οἳ ἀπέστησαν τῇ ἰσχύι αὐτῶν 15 οὐκ ἐφείσατο περὶ τῆς παροικίας Λωτ οὓς ἐβδελύξατο διὰ τὴν ὑπερηφανίαν αὐτῶν 16 οὐκ ἠλέησεν ἔθνος ἀπωλείας τοὺς ἐξηρμένους ἐν ἁμαρτίαις αὐτῶν