Hosea 14
Hosea chapter 14 from the Septuagint, Morphologically Tagged Rahlfs'
1 κἂν ᾖ εἷς σκληροτράχηλος θαυμαστὸν τοῦτο εἰ ἀθῳωθήσεται ἔλεος γὰρ καὶ ὀργὴ παρ’ αὐτῷ δυνάστης ἐξιλασμῶν καὶ ἐκχέων ὀργήν 2 κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ οὕτως καὶ πολὺς ὁ ἔλεγχος αὐτοῦ ἄνδρα κατὰ τὰ ἔργα αὐτοῦ κρινεῖ 3 οὐκ ἐκφεύξεται ἐν ἁρπάγματι ἁμαρτωλός καὶ οὐ μὴ καθυστερήσει ὑπομονὴ εὐσεβοῦς 4 πάσῃ ἐλεημοσύνῃ ποιήσει τόπον ἕκαστος κατὰ τὰ ἔργα αὐτοῦ εὑρήσει 7 μὴ εἴπῃς ὅτι ἀπὸ κυρίου κρυβήσομαι καὶ ἐξ ὕψους τίς μου μνησθήσεται ἐν λαῷ πλείονι οὐ μὴ γνωσθῶ τίς γὰρ ἡ ψυχή μου ἐν ἀμετρήτῳ κτίσει 8 ἰδοὺ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ ἄβυσσος καὶ γῆ ἐν τῇ ἐπισκοπῇ αὐτοῦ σαλευθήσονται 9 ἅμα τὰ ὄρη καὶ τὰ θεμέλια τῆς γῆς ἐν τῷ ἐπιβλέψαι εἰς αὐτὰ τρόμῳ συσσείονται