Hosea 4
Hosea chapter 4 from the Septuagint, Morphologically Tagged Rahlfs'
1 θρόνους ἀρχόντων καθεῖλεν ὁ κύριος καὶ ἐκάθισεν πραεῖς ἀντ’ αὐτῶν 2 ῥίζας ἐθνῶν ἐξέτιλεν ὁ κύριος καὶ ἐφύτευσεν ταπεινοὺς ἀντ’ αὐτῶν 3 χώρας ἐθνῶν κατέστρεψεν ὁ κύριος καὶ ἀπώλεσεν αὐτὰς ἕως θεμελίων γῆς 4 ἐξῆρεν ἐξ αὐτῶν καὶ ἀπώλεσεν αὐτοὺς καὶ κατέπαυσεν ἀπὸ γῆς τὸ μνημόσυνον αὐτῶν 5 οὐκ ἔκτισται ἀνθρώποις ὑπερηφανία οὐδὲ ὀργὴ θυμοῦ γεννήμασιν γυναικῶν 6 σπέρμα ἔντιμον ποῖον σπέρμα ἀνθρώπου σπέρμα ἔντιμον ποῖον οἱ φοβούμενοι τὸν κύριον σπέρμα ἄτιμον ποῖον σπέρμα ἀνθρώπου σπέρμα ἄτιμον ποῖον οἱ παραβαίνοντες ἐντολάς 7 ἐν μέσῳ ἀδελφῶν ὁ ἡγούμενος αὐτῶν ἔντιμος καὶ οἱ φοβούμενοι κύριον ἐν ὀφθαλμοῖς αὐτοῦ 9 πλούσιος καὶ ἔνδοξος καὶ πτωχός τὸ καύχημα αὐτῶν φόβος κυρίου 10 οὐ δίκαιον ἀτιμάσαι πτωχὸν συνετόν καὶ οὐ καθήκει δοξάσαι ἄνδρα ἁμαρτωλόν 11 μεγιστὰν καὶ κριτὴς καὶ δυνάστης δοξασθήσεται καὶ οὐκ ἔστιν αὐτῶν τις μείζων τοῦ φοβουμένου τὸν κύριον 12 οἰκέτῃ σοφῷ ἐλεύθεροι λειτουργήσουσιν καὶ ἀνὴρ ἐπιστήμων οὐ γογγύσει 13 μὴ σοφίζου ποιῆσαι τὸ ἔργον σου καὶ μὴ δοξάζου ἐν καιρῷ στενοχωρίας σου 14 κρείσσων ἐργαζόμενος καὶ περισσεύων ἐν πᾶσιν ἢ περιπατῶν δοξαζόμενος καὶ ἀπορῶν ἄρτων 15 τέκνον ἐν πραΰτητι δόξασον τὴν ψυχήν σου καὶ δὸς αὐτῇ τιμὴν κατὰ τὴν ἀξίαν αὐτῆς 16 τὸν ἁμαρτάνοντα εἰς τὴν ψυχὴν αὐτοῦ τίς δικαιώσει καὶ τίς δοξάσει τὸν ἀτιμάζοντα τὴν ζωὴν αὐτοῦ 17 πτωχὸς δοξάζεται δῑ ἐπιστήμην αὐτοῦ καὶ πλούσιος δοξάζεται διὰ τὸν πλοῦτον αὐτοῦ 18 ὁ δεδοξασμένος ἐν πτωχείᾳ καὶ ἐν πλούτῳ ποσαχῶς καὶ ὁ ἄδοξος ἐν πλούτῳ καὶ ἐν πτωχείᾳ ποσαχῶς