Hosea 7
Hosea chapter 7 from the Septuagint, Morphologically Tagged Rahlfs'
1 πέρδιξ θηρευτὴς ἐν καρτάλλῳ οὕτως καρδία ὑπερηφάνου καὶ ὡς ὁ κατάσκοπος ἐπιβλέπει πτῶσιν 2 τὰ γὰρ ἀγαθὰ εἰς κακὰ μεταστρέφων ἐνεδρεύει καὶ ἐν τοῖς αἱρετοῖς ἐπιθήσει μῶμον 3 ἀπὸ σπινθῆρος πυρὸς πληθύνεται ἀνθρακιά καὶ ἄνθρωπος ἁμαρτωλὸς εἰς αἷμα ἐνεδρεύει 4 πρόσεχε ἀπὸ κακούργου πονηρὰ γὰρ τεκταίνει μήποτε μῶμον εἰς τὸν αἰῶνα δῷ σοι 5 ἐνοίκισον ἀλλότριον καὶ διαστρέψει σε ἐν ταραχαῖς καὶ ἀπαλλοτριώσει σε τῶν ἰδίων σου 7 ἐὰν εὖ ποιῇς γνῶθι τίνι ποιεῖς καὶ ἔσται χάρις τοῖς ἀγαθοῖς σου 8 εὖ ποίησον εὐσεβεῖ καὶ εὑρήσεις ἀνταπόδομα καὶ εἰ μὴ παρ’ αὐτοῦ ἀλλὰ παρὰ τοῦ ὑψίστου 9 οὐκ ἔσται ἀγαθὰ τῷ ἐνδελεχίζοντι εἰς κακὰ καὶ τῷ ἐλεημοσύνην μὴ χαριζομένῳ 10 δὸς τῷ εὐσεβεῖ καὶ μὴ ἀντιλάβῃ τοῦ ἁμαρτωλοῦ 11 εὖ ποίησον ταπεινῷ καὶ μὴ δῷς ἀσεβεῖ ἐμπόδισον τοὺς ἄρτους αὐτοῦ καὶ μὴ δῷς αὐτῷ ἵνα μὴ ἐν αὐτοῖς σε δυναστεύσῃ διπλάσια γὰρ κακὰ εὑρήσεις ἐν πᾶσιν ἀγαθοῖς οἷς ἂν ποιήσῃς αὐτῷ 12 ὅτι καὶ ὁ ὕψιστος ἐμίσησεν ἁμαρτωλοὺς καὶ τοῖς ἀσεβέσιν ἀποδώσει ἐκδίκησιν 13 δὸς τῷ ἀγαθῷ καὶ μὴ ἀντιλάβῃ τοῦ ἁμαρτωλοῦ 14 οὐκ ἐκδικηθήσεται ἐν ἀγαθοῖς ὁ φίλος καὶ οὐ κρυβήσεται ἐν κακοῖς ὁ ἐχθρός 15 ἐν ἀγαθοῖς ἀνδρὸς οἱ ἐχθροὶ αὐτοῦ ἐν λύπῃ καὶ ἐν τοῖς κακοῖς αὐτοῦ καὶ ὁ φίλος διαχωρισθήσεται 16 μὴ πιστεύσῃς τῷ ἐχθρῷ σου εἰς τὸν αἰῶνα ὡς γὰρ ὁ χαλκὸς ἰοῦται οὕτως ἡ πονηρία αὐτοῦ