Hosea 8
Hosea chapter 8 from the Septuagint, Morphologically Tagged Rahlfs'
1 μὴ στήσῃς αὐτὸν παρὰ σεαυτῷ μὴ ἀνατρέψας σε στῇ ἐπὶ τὸν τόπον σου μὴ καθίσῃς αὐτὸν ἐκ δεξιῶν σου μήποτε ζητήσῃ τὴν καθέδραν σου καὶ ἐπ’ ἐσχάτων ἐπιγνώσῃ τοὺς λόγους μου καὶ ἐπὶ τῶν ῥημάτων μου κατανυγήσῃ 2 τίς ἐλεήσει ἐπαοιδὸν ὀφιόδηκτον καὶ πάντας τοὺς προσάγοντας θηρίοις 3 οὕτως τὸν προσπορευόμενον ἀνδρὶ ἁμαρτωλῷ καὶ συμφυρόμενον ἐν ταῖς ἁμαρτίαις αὐτοῦ 4 ὥραν μετὰ σοῦ διαμενεῖ καὶ ἐὰν ἐκκλίνῃς οὐ μὴ καρτερήσῃ 5 καὶ ἐν τοῖς χείλεσιν αὐτοῦ γλυκανεῖ ὁ ἐχθρὸς καὶ ἐν τῇ καρδίᾳ αὐτοῦ βουλεύσεται ἀνατρέψαι σε εἰς βόθρον ἐν ὀφθαλμοῖς αὐτοῦ δακρύσει ὁ ἐχθρός καὶ ἐὰν εὕρῃ καιρόν οὐκ ἐμπλησθήσεται ἀφ’ αἵματος 6 κακὰ ἐὰν ὑπαντήσῃ σοι εὑρήσεις αὐτὸν πρότερον ἐκεῖ σου καὶ ὡς βοηθῶν ὑποσχάσει πτέρναν σου 7 τὴν κεφαλὴν αὐτοῦ κινήσει καὶ ἐπικροτήσει ταῖς χερσὶν αὐτοῦ καὶ πολλὰ διαψιθυρίσει καὶ ἀλλοιώσει τὸ πρόσωπον αὐτοῦ 9 ὁ ἁπτόμενος πίσσης μολυνθήσεται καὶ ὁ κοινωνῶν ὑπερηφάνῳ ὁμοιωθήσεται αὐτῷ 10 βάρος ὑπὲρ σὲ μὴ ἄρῃς καὶ ἰσχυροτέρῳ σου καὶ πλουσιωτέρῳ μὴ κοινώνει τί κοινωνήσει χύτρα πρὸς λέβητα αὕτη προσκρούσει καὶ αὕτη συντριβήσεται 11 πλούσιος ἠδίκησεν καὶ αὐτὸς προσενεβριμήσατο πτωχὸς ἠδίκηται καὶ αὐτὸς προσδεηθήσεται 12 ἐὰν χρησιμεύσῃς ἐργᾶται ἐν σοί καὶ ἐὰν ὑστερήσῃς καταλείψει σε 13 ἐὰν ἔχῃς συμβιώσεταί σοι καὶ ἀποκενώσει σε καὶ αὐτὸς οὐ πονέσει 14 χρείαν ἔσχηκέν σου καὶ ἀποπλανήσει σε καὶ προσγελάσεταί σοι καὶ δώσει σοι ἐλπίδα λαλήσει σοι καλὰ καὶ ἐρεῖ τίς ἡ χρεία σου