Hosea 9
Hosea chapter 9 from the Septuagint, Morphologically Tagged Rahlfs'
1 πρόσεχε μὴ ἀποπλανηθῇς καὶ μὴ ταπεινωθῇς ἐν ἀφροσύνῃ σου 2 προσκαλεσαμένου σε δυνάστου ὑποχωρῶν γίνου καὶ τόσῳ μᾶλλόν σε προσκαλέσεται 3 μὴ ἔμπιπτε μὴ ἀπωσθῇς καὶ μὴ μακρὰν ἀφίστω ἵνα μὴ ἐπιλησθῇς 4 μὴ ἔπεχε ἰσηγορεῖσθαι μετ’ αὐτοῦ καὶ μὴ πίστευε τοῖς πλείοσιν λόγοις αὐτοῦ ἐκ πολλῆς γὰρ λαλιᾶς πειράσει σε καὶ ὡς προσγελῶν ἐξετάσει σε 5 ἀνελεήμων ὁ μὴ συντηρῶν λόγους καὶ οὐ μὴ φείσηται περὶ κακώσεως καὶ δεσμῶν 6 συντήρησον καὶ πρόσεχε σφοδρῶς ὅτι μετὰ τῆς πτώσεώς σου περιπατεῖς 8 πᾶν ζῷον ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ καὶ πᾶς ἄνθρωπος τὸν πλησίον αὐτοῦ 9 πᾶσα σὰρξ κατὰ γένος συνάγεται καὶ τῷ ὁμοίῳ αὐτοῦ προσκολληθήσεται ἀνήρ 10 τί κοινωνήσει λύκος ἀμνῷ οὕτως ἁμαρτωλὸς πρὸς εὐσεβῆ 11 τίς εἰρήνη ὑαίνῃ πρὸς κύνα καὶ τίς εἰρήνη πλουσίῳ πρὸς πένητα 12 κυνήγια λεόντων ὄναγροι ἐν ἐρήμῳ οὕτως νομαὶ πλουσίων πτωχοί 13 βδέλυγμα ὑπερηφάνῳ ταπεινότης οὕτως βδέλυγμα πλουσίῳ πτωχός 14 πλούσιος σαλευόμενος στηρίζεται ὑπὸ φίλων ταπεινὸς δὲ πεσὼν προσαπωθεῖται ὑπὸ φίλων 15 πλουσίου σφαλέντος πολλοὶ ἀντιλήμπτορες ἐλάλησεν ἀπόρρητα καὶ ἐδικαίωσαν αὐτόν ταπεινὸς ἔσφαλεν καὶ προσεπετίμησαν αὐτῷ ἐφθέγξατο σύνεσιν καὶ οὐκ ἐδόθη αὐτῷ τόπος 16 πλούσιος ἐλάλησεν καὶ πάντες ἐσίγησαν καὶ τὸν λόγον αὐτοῦ ἀνύψωσαν ἕως τῶν νεφελῶν πτωχὸς ἐλάλησεν καὶ εἶπαν τίς οὗτος κἂν προσκόψῃ προσανατρέψουσιν αὐτόν 17 ἀγαθὸς ὁ πλοῦτος ᾧ μή ἐστιν ἁμαρτία καὶ πονηρὰ ἡ πτωχεία ἐν στόματι ἀσεβοῦς