Isaiah 49
Isaiah chapter 49 from the Septuagint, Morphologically Tagged Rahlfs'
1 ἀγάθυνον κύριε τοῖς ἀγαθοῖς καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ 2 τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς ἀπάξει κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν εἰρήνη ἐπὶ τὸν Ισραηλ 4 ᾠδὴ τῶν ἀναβαθμῶν ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν Σιων ἐγενήθημεν ὡς παρακεκλημένοι 5 τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν ἐμεγάλυνεν κύριος τοῦ ποιῆσαι μετ’ αὐτῶν 6 ἐμεγάλυνεν κύριος τοῦ ποιῆσαι μεθ’ ἡμῶν ἐγενήθημεν εὐφραινόμενοι 7 ἐπίστρεψον κύριε τὴν αἰχμαλωσίαν ἡμῶν ὡς χειμάρρους ἐν τῷ νότῳ 8 οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσιν 9 πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον αἴροντες τὰ σπέρματα αὐτῶν ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει αἴροντες τὰ δράγματα αὐτῶν 12 ᾠδὴ τῶν ἀναβαθμῶν τῷ Σαλωμων ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν ἐὰν μὴ κύριος φυλάξῃ πόλιν εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων 13 εἰς μάτην ὑμῖν ἐστιν τοῦ ὀρθρίζειν ἐγείρεσθαι μετὰ τὸ καθῆσθαι οἱ ἔσθοντες ἄρτον ὀδύνης ὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον 14 ἰδοὺ ἡ κληρονομία κυρίου υἱοί ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρός 15 ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ οὕτως οἱ υἱοὶ τῶν ἐκτετιναγμένων 16 μακάριος ἄνθρωπος ὃς πληρώσει τὴν ἐπιθυμίαν αὐτοῦ ἐξ αὐτῶν οὐ καταισχυνθήσονται ὅταν λαλῶσι τοῖς ἐχθροῖς αὐτῶν ἐν πύλῃ 18 ᾠδὴ τῶν ἀναβαθμῶν μακάριοι πάντες οἱ φοβούμενοι τὸν κύριον οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ 19 τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι μακάριος εἶ καὶ καλῶς σοι ἔσται 20 ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου 21 ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν κύριον 22 εὐλογήσαι σε κύριος ἐκ Σιων καὶ ἴδοις τὰ ἀγαθὰ Ιερουσαλημ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου 23 καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου εἰρήνη ἐπὶ τὸν Ισραηλ 25 ᾠδὴ τῶν ἀναβαθμῶν πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου εἰπάτω δὴ Ισραηλ 26 πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι