Isaiah 52

Isaiah chapter 52 from the Septuagint, Morphologically Tagged Rahlfs'

1 τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου 3 ᾠδὴ τῶν ἀναβαθμῶν τῷ Δαυιδ ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνὸν ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό 4 ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα τὸν πώγωνα τὸν Ααρων τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ 5 ὡς δρόσος Αερμων ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιων ὅτι ἐκεῖ ἐνετείλατο κύριος τὴν εὐλογίαν καὶ ζωὴν ἕως τοῦ αἰῶνος 7 ᾠδὴ τῶν ἀναβαθμῶν ἰδοὺ δὴ εὐλογεῖτε τὸν κύριον πάντες οἱ δοῦλοι κυρίου οἱ ἑστῶτες ἐν οἴκῳ κυρίου ἐν αὐλαῖς οἴκου θεοῦ ἡμῶν 8 ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια καὶ εὐλογεῖτε τὸν κύριον 9 εὐλογήσει σε κύριος ἐκ Σιων ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν 11 αλληλουια αἰνεῖτε τὸ ὄνομα κυρίου αἰνεῖτε δοῦλοι κύριον 12 οἱ ἑστῶτες ἐν οἴκῳ κυρίου ἐν αὐλαῖς οἴκου θεοῦ ἡμῶν 13 αἰνεῖτε τὸν κύριον ὅτι ἀγαθὸς κύριος ψάλατε τῷ ὀνόματι αὐτοῦ ὅτι καλόν 14 ὅτι τὸν Ιακωβ ἐξελέξατο ἑαυτῷ ὁ κύριος Ισραηλ εἰς περιουσιασμὸν αὐτοῦ 15 ὅτι ἐγὼ ἔγνων ὅτι μέγας κύριος καὶ ὁ κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς