Isaiah 58
Isaiah chapter 58 from the Septuagint, Morphologically Tagged Rahlfs'
1 ἐὰν ἀποκτείνῃς ἁμαρτωλούς ὁ θεός ἄνδρες αἱμάτων ἐκκλίνατε ἀπ’ ἐμοῦ 2 ὅτι ἐρεῖς εἰς διαλογισμόν λήμψονται εἰς ματαιότητα τὰς πόλεις σου 3 οὐχὶ τοὺς μισοῦντάς σε κύριε ἐμίσησα καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετηκόμην 4 τέλειον μῖσος ἐμίσουν αὐτούς εἰς ἐχθροὺς ἐγένοντό μοι 5 δοκίμασόν με ὁ θεός καὶ γνῶθι τὴν καρδίαν μου ἔτασόν με καὶ γνῶθι τὰς τρίβους μου 6 καὶ ἰδὲ εἰ ὁδὸς ἀνομίας ἐν ἐμοί καὶ ὁδήγησόν με ἐν ὁδῷ αἰωνίᾳ 8 εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυιδ 9 ἐξελοῦ με κύριε ἐξ ἀνθρώπου πονηροῦ ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με 10 οἵτινες ἐλογίσαντο ἀδικίας ἐν καρδίᾳ ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους 11 ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν διάψαλμα 12 φύλαξόν με κύριε ἐκ χειρὸς ἁμαρτωλοῦ ἀπὸ ἀνθρώπων ἀδίκων ἐξελοῦ με οἵτινες ἐλογίσαντο ὑποσκελίσαι τὰ διαβήματά μου 13 ἔκρυψαν ὑπερήφανοι παγίδα μοι καὶ σχοινία διέτειναν παγίδας τοῖς ποσίν μου ἐχόμενα τρίβου σκάνδαλον ἔθεντό μοι διάψαλμα 14 εἶπα τῷ κυρίῳ θεός μου εἶ σύ ἐνώτισαι κύριε τὴν φωνὴν τῆς δεήσεώς μου