Job 14
Job chapter 14 from the Septuagint, Morphologically Tagged Rahlfs'
1 καὶ οἱ ἀδελφοὶ αὐτοῦ Σαβανια Ωδουια Καλιτα Φελεϊα Αναν 2 Μιχα Ροωβ Εσεβιας 3 Ζαχωρ Σαραβια Σεβανια 4 Ωδουια υἱοὶ Βανουναι 5 ἄρχοντες τοῦ λαοῦ Φορος Φααθμωαβ Ηλαμ Ζαθουια υἱοὶ 6 Βανι Ασγαδ Βηβαι 7 Εδανια Βαγοι Ηδιν 8 Ατηρ Εζεκια Αζουρ 9 Οδουια Ησαμ Βησι 10 Αριφ Αναθωθ Νωβαι 11 Μαγαφης Μεσουλαμ Ηζιρ 12 Μεσωζεβηλ Σαδδουκ Ιεδδουα 13 Φαλτια Αναν Αναια 14 Ωσηε Ανανια Ασουβ 15 Αλωης Φαλαϊ Σωβηκ 16 Ραουμ Εσαβανα Μαασαια 17 καὶ Αϊα Αιναν Ηναν 18 Μαλουχ Ηραμ Βαανα 19 καὶ οἱ κατάλοιποι τοῦ λαοῦ οἱ ἱερεῖς οἱ Λευῖται οἱ πυλωροί οἱ ᾄδοντες οἱ ναθινιμ καὶ πᾶς ὁ προσπορευόμενος ἀπὸ λαῶν τῆς γῆς πρὸς νόμον τοῦ θεοῦ γυναῖκες αὐτῶν υἱοὶ αὐτῶν θυγατέρες αὐτῶν πᾶς ὁ εἰδὼς καὶ συνίων 20 ἐνίσχυον ἐπὶ τοὺς ἀδελφοὺς αὐτῶν κατηράσαντο αὐτοὺς καὶ εἰσήλθοσαν ἐν ἀρᾷ καὶ ἐν ὅρκῳ τοῦ πορεύεσθαι ἐν νόμῳ τοῦ θεοῦ ὃς ἐδόθη ἐν χειρὶ Μωυσῆ δούλου τοῦ θεοῦ καὶ φυλάσσεσθαι καὶ ποιεῖν πάσας τὰς ἐντολὰς κυρίου ἡμῶν καὶ κρίματα αὐτοῦ 21 καὶ τοῦ μὴ δοῦναι θυγατέρας ἡμῶν τοῖς λαοῖς τῆς γῆς καὶ τὰς θυγατέρας αὐτῶν οὐ λημψόμεθα τοῖς υἱοῖς ἡμῶν 22 καὶ λαοὶ τῆς γῆς οἱ φέροντες τοὺς ἀγορασμοὺς καὶ πᾶσαν πρᾶσιν ἐν ἡμέρᾳ τοῦ σαββάτου ἀποδόσθαι οὐκ ἀγορῶμεν παρ’ αὐτῶν ἐν σαββάτῳ καὶ ἐν ἡμέρᾳ ἁγίᾳ καὶ ἀνήσομεν τὸ ἔτος τὸ ἕβδομον καὶ ἀπαίτησιν πάσης χειρός