Joel 1

Joel chapter 1 from the Septuagint, Morphologically Tagged Rahlfs'

1 ἔργα δικαιοσύνης τίς ἀναγγελεῖ ἢ τίς ὑπομενεῖ μακρὰν γὰρ ἡ διαθήκη 2 ἐλαττούμενος καρδίᾳ διανοεῖται ταῦτα καὶ ἀνὴρ ἄφρων καὶ πλανώμενος διανοεῖται μωρά 3 ἄκουσόν μου τέκνον καὶ μάθε ἐπιστήμην καὶ ἐπὶ τῶν λόγων μου πρόσεχε τῇ καρδίᾳ σου 4 ἐκφανῶ ἐν σταθμῷ παιδείαν καὶ ἐν ἀκριβείᾳ ἀπαγγελῶ ἐπιστήμην 5 ἐν κρίσει κυρίου τὰ ἔργα αὐτοῦ ἀπ’ ἀρχῆς καὶ ἀπὸ ποιήσεως αὐτῶν διέστειλεν μερίδας αὐτῶν 6 ἐκόσμησεν εἰς αἰῶνα τὰ ἔργα αὐτοῦ καὶ τὰς ἀρχὰς αὐτῶν εἰς γενεὰς αὐτῶν οὔτε ἐπείνασαν οὔτε ἐκοπίασαν καὶ οὐκ ἐξέλιπον ἀπὸ τῶν ἔργων αὐτῶν 7 ἕκαστος τὸν πλησίον αὐτοῦ οὐκ ἐξέθλιψεν καὶ ἕως αἰῶνος οὐκ ἀπειθήσουσιν τοῦ ῥήματος αὐτοῦ 8 καὶ μετὰ ταῦτα κύριος εἰς τὴν γῆν ἐπέβλεψεν καὶ ἐνέπλησεν αὐτὴν τῶν ἀγαθῶν αὐτοῦ 9 ψυχῇ παντὸς ζῴου ἐκάλυψεν τὸ πρόσωπον αὐτῆς καὶ εἰς αὐτὴν ἡ ἀποστροφὴ αὐτῶν 11 κύριος ἔκτισεν ἐκ γῆς ἄνθρωπον καὶ πάλιν ἀπέστρεψεν αὐτὸν εἰς αὐτήν 12 ἡμέρας ἀριθμοῦ καὶ καιρὸν ἔδωκεν αὐτοῖς καὶ ἔδωκεν αὐτοῖς ἐξουσίαν τῶν ἐπ’ αὐτῆς 13 καθ’ ἑαυτὸν ἐνέδυσεν αὐτοὺς ἰσχὺν καὶ κατ’ εἰκόνα αὐτοῦ ἐποίησεν αὐτούς 14 ἔθηκεν τὸν φόβον αὐτοῦ ἐπὶ πάσης σαρκὸς καὶ κατακυριεύειν θηρίων καὶ πετεινῶν 16 διαβούλιον καὶ γλῶσσαν καὶ ὀφθαλμούς ὦτα καὶ καρδίαν ἔδωκεν διανοεῖσθαι αὐτοῖς 17 ἐπιστήμην συνέσεως ἐνέπλησεν αὐτοὺς καὶ ἀγαθὰ καὶ κακὰ ὑπέδειξεν αὐτοῖς 18 ἔθηκεν τὸν ὀφθαλμὸν αὐτοῦ ἐπὶ τὰς καρδίας αὐτῶν δεῖξαι αὐτοῖς τὸ μεγαλεῖον τῶν ἔργων αὐτοῦ 20 καὶ ὄνομα ἁγιασμοῦ αἰνέσουσιν ἵνα διηγῶνται τὰ μεγαλεῖα τῶν ἔργων αὐτοῦ