Joel 3
Joel chapter 3 from the Septuagint, Morphologically Tagged Rahlfs'
1 εἶδεν καὶ ἐπέγνω τὴν καταστροφὴν αὐτῶν ὅτι πονηρά διὰ τοῦτο ἐπλήθυνεν τὸν ἐξιλασμὸν αὐτοῦ 2 ἔλεος ἀνθρώπου ἐπὶ τὸν πλησίον αὐτοῦ ἔλεος δὲ κυρίου ἐπὶ πᾶσαν σάρκα ἐλέγχων καὶ παιδεύων καὶ διδάσκων καὶ ἐπιστρέφων ὡς ποιμὴν τὸ ποίμνιον αὐτοῦ 3 τοὺς ἐκδεχομένους παιδείαν ἐλεᾷ καὶ τοὺς κατασπεύδοντας ἐπὶ τὰ κρίματα αὐτοῦ 4 τέκνον ἐν ἀγαθοῖς μὴ δῷς μῶμον καὶ ἐν πάσῃ δόσει λύπην λόγων 5 οὐχὶ καύσωνα ἀναπαύσει δρόσος οὕτως κρείσσων λόγος ἢ δόσις 6 οὐκ ἰδοὺ λόγος ὑπὲρ δόμα ἀγαθόν καὶ ἀμφότερα παρὰ ἀνδρὶ κεχαριτωμένῳ 7 μωρὸς ἀχαρίστως ὀνειδιεῖ καὶ δόσις βασκάνου ἐκτήκει ὀφθαλμούς 8 πρὶν ἢ λαλῆσαι μάνθανε καὶ πρὸ ἀρρωστίας θεραπεύου 9 πρὸ κρίσεως ἐξέταζε σεαυτόν καὶ ἐν ὥρᾳ ἐπισκοπῆς εὑρήσεις ἐξιλασμόν 10 πρὶν ἀρρωστῆσαί σε ταπεινώθητι καὶ ἐν καιρῷ ἁμαρτημάτων δεῖξον ἐπιστροφήν 11 μὴ ἐμποδισθῇς τοῦ ἀποδοῦναι εὐχὴν εὐκαίρως καὶ μὴ μείνῃς ἕως θανάτου δικαιωθῆναι 12 πρὶν εὔξασθαι ἑτοίμασον σεαυτὸν καὶ μὴ γίνου ὡς ἄνθρωπος πειράζων τὸν κύριον 13 μνήσθητι θυμοῦ ἐν ἡμέραις τελευτῆς καὶ καιρὸν ἐκδικήσεως ἐν ἀποστροφῇ προσώπου 14 μνήσθητι καιρὸν λιμοῦ ἐν καιρῷ πλησμονῆς πτωχείαν καὶ ἔνδειαν ἐν ἡμέραις πλούτου 15 ἀπὸ πρωίθεν ἕως ἑσπέρας μεταβάλλει καιρός καὶ πάντα ἐστὶν ταχινὰ ἔναντι κυρίου 16 ἄνθρωπος σοφὸς ἐν παντὶ εὐλαβηθήσεται καὶ ἐν ἡμέραις ἁμαρτιῶν προσέξει ἀπὸ πλημμελείας 17 πᾶς συνετὸς ἔγνω σοφίαν καὶ τῷ εὑρόντι αὐτὴν δώσει ἐξομολόγησιν 18 συνετοὶ ἐν λόγοις καὶ αὐτοὶ ἐσοφίσαντο καὶ ἀνώμβρησαν παροιμίας ἀκριβεῖς 19 ὀπίσω τῶν ἐπιθυμιῶν σου μὴ πορεύου καὶ ἀπὸ τῶν ὀρέξεών σου κωλύου 20 ἐὰν χορηγήσῃς τῇ ψυχῇ σου εὐδοκίαν ἐπιθυμίας ποιήσει σε ἐπίχαρμα τῶν ἐχθρῶν σου 21 μὴ εὐφραίνου ἐπὶ πολλῇ τρυφῇ μὴ προσδεθῇς συμβολῇ αὐτῆς