Joshua 15

Joshua chapter 15 from the Septuagint, Morphologically Tagged Rahlfs'

1 καὶ πάσας τὰς πόλεις τοῦ Μισωρ καὶ πᾶσαν τὴν βασιλείαν τοῦ Σηων βασιλέως τῶν Αμορραίων ὃν ἐπάταξεν Μωυσῆς αὐτὸν καὶ τοὺς ἡγουμένους Μαδιαμ καὶ τὸν Ευι καὶ τὸν Ροκομ καὶ τὸν Σουρ καὶ τὸν Ουρ καὶ τὸν Ροβε ἄρχοντας παρὰ Σηων καὶ τοὺς κατοικοῦντας τὴν γῆν 2 καὶ τὸν Βαλααμ τὸν τοῦ Βεωρ τὸν μάντιν ἀπέκτειναν ἐν τῇ ῥοπῇ 3 ἐγένετο δὲ τὰ ὅρια Ρουβην Ιορδάνης ὅριον αὕτη ἡ κληρονομία υἱῶν Ρουβην κατὰ δήμους αὐτῶν αἱ πόλεις αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν 4 ἔδωκεν δὲ Μωυσῆς τοῖς υἱοῖς Γαδ κατὰ δήμους αὐτῶν 5 καὶ ἐγένετο τὰ ὅρια αὐτῶν Ιαζηρ πᾶσαι αἱ πόλεις Γαλααδ καὶ τὸ ἥμισυ γῆς υἱῶν Αμμων ἕως Αροηρ ἥ ἐστιν κατὰ πρόσωπον Ραββα 6 καὶ ἀπὸ Εσεβων ἕως Ραμωθ κατὰ τὴν Μασσηφα καὶ Βοτανιν καὶ Μααναιν ἕως τῶν ὁρίων Δαβιρ 7 καὶ ἐν Εμεκ Βαιθαραμ καὶ Βαιθαναβρα καὶ Σοκχωθα καὶ Σαφαν καὶ τὴν λοιπὴν βασιλείαν Σηων βασιλέως Εσεβων καὶ ὁ Ιορδάνης ὁριεῖ ἕως μέρους τῆς θαλάσσης Χενερεθ πέραν τοῦ Ιορδάνου ἀπ’ ἀνατολῶν 8 αὕτη ἡ κληρονομία υἱῶν Γαδ κατὰ δήμους αὐτῶν αἱ πόλεις αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν 9 καὶ ἔδωκεν Μωυσῆς τῷ ἡμίσει φυλῆς Μανασση κατὰ δήμους αὐτῶν 10 καὶ ἐγένετο τὰ ὅρια αὐτῶν ἀπὸ Μααναιμ καὶ πᾶσα βασιλεία Βασανι καὶ πᾶσα βασιλεία Ωγ βασιλέως Βασαν καὶ πάσας τὰς κώμας Ιαϊρ αἵ εἰσιν ἐν τῇ Βασανίτιδι ἑξήκοντα πόλεις 11 καὶ τὸ ἥμισυ τῆς Γαλααδ καὶ ἐν Ασταρωθ καὶ ἐν Εδραϊν πόλεις βασιλείας Ωγ ἐν Βασανίτιδι καὶ ἐδόθησαν τοῖς υἱοῖς Μαχιρ υἱοῦ Μανασση καὶ τοῖς ἡμίσεσιν υἱοῖς Μαχιρ υἱοῦ Μανασση κατὰ δήμους αὐτῶν 12 οὗτοι οὓς κατεκληρονόμησεν Μωυσῆς πέραν τοῦ Ιορδάνου ἐν Αραβωθ Μωαβ ἐν τῷ πέραν τοῦ Ιορδάνου κατὰ Ιεριχω ἀπὸ ἀνατολῶν 15 καὶ οὗτοι οἱ κατακληρονομήσαντες υἱῶν Ισραηλ ἐν τῇ γῇ Χανααν οἷς κατεκληρονόμησεν αὐτοῖς Ελεαζαρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυη καὶ οἱ ἄρχοντες πατριῶν φυλῶν τῶν υἱῶν Ισραηλ 16 κατὰ κλήρους ἐκληρονόμησαν ὃν τρόπον ἐνετείλατο κύριος ἐν χειρὶ Ἰησοῦ ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς 17 ἀπὸ τοῦ πέραν τοῦ Ιορδάνου καὶ τοῖς Λευίταις οὐκ ἔδωκεν κλῆρον ἐν αὐτοῖς 18 ὅτι ἦσαν οἱ υἱοὶ Ιωσηφ δύο φυλαί Μανασση καὶ Εφραιμ καὶ οὐκ ἐδόθη μερὶς ἐν τῇ γῇ τοῖς Λευίταις ἀλλ’ ἢ πόλεις κατοικεῖν καὶ τὰ ἀφωρισμένα αὐτῶν τοῖς κτήνεσιν καὶ τὰ κτήνη αὐτῶν 19 ὃν τρόπον ἐνετείλατο κύριος τῷ Μωυσῇ οὕτως ἐποίησαν οἱ υἱοὶ Ισραηλ καὶ ἐμέρισαν τὴν γῆν 20 καὶ προσήλθοσαν οἱ υἱοὶ Ιουδα πρὸς Ἰησοῦν ἐν Γαλγαλ καὶ εἶπεν πρὸς αὐτὸν Χαλεβ ὁ τοῦ Ιεφοννη ὁ Κενεζαῖος σὺ ἐπίστῃ τὸ ῥῆμα ὃ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἄνθρωπον τοῦ θεοῦ περὶ ἐμοῦ καὶ σοῦ ἐν Καδης Βαρνη 21 τεσσαράκοντα γὰρ ἐτῶν ἤμην ὅτε ἀπέστειλέν με Μωυσῆς ὁ παῖς τοῦ θεοῦ ἐκ Καδης Βαρνη κατασκοπεῦσαι τὴν γῆν καὶ ἀπεκρίθην αὐτῷ λόγον κατὰ τὸν νοῦν αὐτοῦ 22 οἱ δὲ ἀδελφοί μου οἱ ἀναβάντες μετ’ ἐμοῦ μετέστησαν τὴν καρδίαν τοῦ λαοῦ ἐγὼ δὲ προσετέθην ἐπακολουθῆσαι κυρίῳ τῷ θεῷ μου 23 καὶ ὤμοσεν Μωυσῆς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγων ἡ γῆ ἐφ’ ἣν ἐπέβης σοὶ ἔσται ἐν κλήρῳ καὶ τοῖς τέκνοις σου εἰς τὸν αἰῶνα ὅτι προσετέθης ἐπακολουθῆσαι ὀπίσω κυρίου τοῦ θεοῦ ἡμῶν 24 καὶ νῦν διέθρεψέν με κύριος ὃν τρόπον εἶπεν τοῦτο τεσσαρακοστὸν καὶ πέμπτον ἔτος ἀφ’ οὗ ἐλάλησεν κύριος τὸ ῥῆμα τοῦτο πρὸς Μωυσῆν καὶ ἐπορεύθη Ισραηλ ἐν τῇ ἐρήμῳ καὶ νῦν ἰδοὺ ἐγὼ σήμερον ὀγδοήκοντα καὶ πέντε ἐτῶν 25 ἔτι εἰμὶ σήμερον ἰσχύων ὡσεὶ ὅτε ἀπέστειλέν με Μωυσῆς ὡσαύτως ἰσχύω νῦν ἐξελθεῖν καὶ εἰσελθεῖν εἰς τὸν πόλεμον 26 καὶ νῦν αἰτοῦμαί σε τὸ ὄρος τοῦτο καθὰ εἶπεν κύριος τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι σὺ ἀκήκοας τὸ ῥῆμα τοῦτο τῇ ἡμέρᾳ ἐκείνῃ νυνὶ δὲ οἱ Ενακιμ ἐκεῖ εἰσιν πόλεις ὀχυραὶ καὶ μεγάλαι ἐὰν οὖν κύριος μετ’ ἐμοῦ ᾖ ἐξολεθρεύσω αὐτούς ὃν τρόπον εἶπέν μοι κύριος 27 καὶ εὐλόγησεν αὐτὸν Ἰησοῦς καὶ ἔδωκεν τὴν Χεβρων τῷ Χαλεβ υἱῷ Ιεφοννη υἱοῦ Κενεζ ἐν κλήρῳ 28 διὰ τοῦτο ἐγενήθη ἡ Χεβρων τῷ Χαλεβ τῷ τοῦ Ιεφοννη τοῦ Κενεζαίου ἐν κλήρῳ ἕως τῆς ἡμέρας ταύτης διὰ τὸ αὐτὸν ἐπακολουθῆσαι τῷ προστάγματι κυρίου θεοῦ Ισραηλ 29 τὸ δὲ ὄνομα τῆς Χεβρων ἦν τὸ πρότερον πόλις Αρβοκ μητρόπολις τῶν Ενακιμ αὕτη καὶ ἡ γῆ ἐκόπασεν τοῦ πολέμου 31 καὶ ἐγένετο τὰ ὅρια φυλῆς Ιουδα κατὰ δήμους αὐτῶν ἀπὸ τῶν ὁρίων τῆς Ιδουμαίας ἀπὸ τῆς ἐρήμου Σιν ἕως Καδης πρὸς λίβα 32 καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ λιβὸς ἕως μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς ἀπὸ τῆς λοφιᾶς τῆς φερούσης ἐπὶ λίβα 33 καὶ διαπορεύεται ἀπέναντι τῆς προσαναβάσεως Ακραβιν καὶ ἐκπεριπορεύεται Σεννα καὶ ἀναβαίνει ἀπὸ λιβὸς ἐπὶ Καδης Βαρνη καὶ ἐκπορεύεται Ασωρων καὶ προσαναβαίνει εἰς Αδδαρα καὶ περιπορεύεται τὴν κατὰ δυσμὰς Καδης 34 καὶ πορεύεται ἐπὶ Ασεμωνα καὶ διεκβαλεῖ ἕως φάραγγος Αἰγύπτου καὶ ἔσται αὐτοῦ ἡ διέξοδος τῶν ὁρίων ἐπὶ τὴν θάλασσαν τοῦτό ἐστιν αὐτῶν ὅρια ἀπὸ λιβός 35 καὶ τὰ ὅρια ἀπὸ ἀνατολῶν πᾶσα ἡ θάλασσα ἡ ἁλυκὴ ἕως τοῦ Ιορδάνου καὶ τὰ ὅρια αὐτῶν ἀπὸ βορρᾶ καὶ ἀπὸ τῆς λοφιᾶς τῆς θαλάσσης καὶ ἀπὸ τοῦ μέρους τοῦ Ιορδάνου 36 ἐπιβαίνει τὰ ὅρια ἐπὶ Βαιθαγλα καὶ παραπορεύεται ἀπὸ βορρᾶ ἐπὶ Βαιθαραβα καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ λίθον Βαιων υἱοῦ Ρουβην 37 καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ τὸ τέταρτον τῆς φάραγγος Αχωρ καὶ καταβαίνει ἐπὶ Γαλγαλ ἥ ἐστιν ἀπέναντι τῆς προσβάσεως Αδδαμιν ἥ ἐστιν κατὰ λίβα τῇ φάραγγι καὶ διεκβαλεῖ ἐπὶ τὸ ὕδωρ πηγῆς ἡλίου καὶ ἔσται αὐτοῦ ἡ διέξοδος πηγὴ Ρωγηλ 38 καὶ ἀναβαίνει τὰ ὅρια εἰς φάραγγα Ονομ ἐπὶ νώτου Ιεβους ἀπὸ λιβός αὕτη ἐστὶν Ιερουσαλημ καὶ διεκβάλλει τὰ ὅρια ἐπὶ κορυφὴν ὄρους ἥ ἐστιν κατὰ πρόσωπον φάραγγος Ονομ πρὸς θαλάσσης ἥ ἐστιν ἐκ μέρους γῆς Ραφαϊν ἐπὶ βορρᾶ 39 καὶ διεκβάλλει τὸ ὅριον ἀπὸ κορυφῆς τοῦ ὄρους ἐπὶ πηγὴν ὕδατος Ναφθω καὶ διεκβάλλει εἰς τὸ ὄρος Εφρων καὶ ἐξάξει τὸ ὅριον εἰς Βααλ αὕτη ἐστὶν πόλις Ιαριμ 40 καὶ περιελεύσεται ὅριον ἀπὸ Βααλ ἐπὶ θάλασσαν καὶ παρελεύσεται εἰς ὄρος Ασσαρες ἐπὶ νώτου πόλιν Ιαριμ ἀπὸ βορρᾶ αὕτη ἐστὶν Χασλων καὶ καταβήσεται ἐπὶ Πόλιν ἡλίου καὶ παρελεύσεται ἐπὶ λίβα 41 καὶ διεκβαλεῖ τὸ ὅριον κατὰ νώτου Ακκαρων ἐπὶ βορρᾶν καὶ διεκβαλεῖ τὰ ὅρια εἰς Σακχαρωνα καὶ παρελεύσεται ὄρος τῆς Βαλα καὶ διεκβαλεῖ ἐπὶ Ιαβνηλ καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων ἐπὶ θάλασσαν 42 καὶ τὰ ὅρια αὐτῶν ἀπὸ θαλάσσης ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ ταῦτα τὰ ὅρια υἱῶν Ιουδα κύκλῳ κατὰ δήμους αὐτῶν 43 καὶ τῷ Χαλεβ υἱῷ Ιεφοννη ἔδωκεν μερίδα ἐν μέσῳ υἱῶν Ιουδα διὰ προστάγματος τοῦ θεοῦ καὶ ἔδωκεν αὐτῷ Ἰησοῦς τὴν πόλιν Αρβοκ μητρόπολιν Ενακ αὕτη ἐστὶν Χεβρων 44 καὶ ἐξωλέθρευσεν ἐκεῖθεν Χαλεβ υἱὸς Ιεφοννη τοὺς τρεῖς υἱοὺς Ενακ τὸν Σουσι καὶ τὸν Θολμι καὶ τὸν Αχιμα 45 καὶ ἀνέβη ἐκεῖθεν Χαλεβ ἐπὶ τοὺς κατοικοῦντας Δαβιρ τὸ δὲ ὄνομα Δαβιρ ἦν τὸ πρότερον Πόλις γραμμάτων 46 καὶ εἶπεν Χαλεβ ὃς ἐὰν λάβῃ καὶ ἐκκόψῃ τὴν Πόλιν τῶν γραμμάτων καὶ κυριεύσῃ αὐτῆς δώσω αὐτῷ τὴν Αχσαν θυγατέρα μου εἰς γυναῖκα 47 καὶ ἔλαβεν αὐτὴν Γοθονιηλ υἱὸς Κενεζ ἀδελφὸς Χαλεβ ὁ νεώτερος καὶ ἔδωκεν αὐτῷ τὴν Αχσαν θυγατέρα αὐτοῦ αὐτῷ γυναῖκα 48 καὶ ἐγένετο ἐν τῷ εἰσπορεύεσθαι αὐτὴν καὶ συνεβουλεύσατο αὐτῷ λέγουσα αἰτήσομαι τὸν πατέρα μου ἀγρόν καὶ ἐβόησεν ἐκ τοῦ ὄνου καὶ εἶπεν αὐτῇ Χαλεβ τί ἐστίν σοι 49 καὶ εἶπεν αὐτῷ δός μοι εὐλογίαν ὅτι εἰς γῆν Ναγεβ δέδωκάς με δός μοι τὴν Γολαθμαιν καὶ ἔδωκεν αὐτῇ Χαλεβ τὴν Γολαθμαιν τὴν ἄνω καὶ τὴν Γολαθμαιν τὴν κάτω 50 αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ιουδα 51 ἐγενήθησαν δὲ αἱ πόλεις αὐτῶν πόλις πρώτη φυλῆς υἱῶν Ιουδα ἐφ’ ὁρίων Εδωμ ἐπὶ τῆς ἐρήμου Καιβαισελεηλ καὶ Αρα καὶ Ασωρ Καβσεηλ καὶ Εδραι καὶ Ιαγουρ 52 καὶ Ικαμ καὶ Ρεγμα καὶ Αρουηλ καὶ Κινα καὶ Διμωνα καὶ Αδαδα 53 καὶ Καδης καὶ Ασοριωναιν καὶ Κεδες καὶ Ιθναζιφ 54 καὶ Μαιναμ καὶ Βαλμαιναν καὶ αἱ κῶμαι αὐτῶν καὶ Τελεμ καὶ Βαλωθ 55 καὶ αἱ πόλεις Ασερων αὕτη Ασωρ καὶ πόλις Ασερων αὕτη Ασωρ 56 καὶ Σην καὶ Σαλμαα καὶ Μωλαδα Αμαμ καὶ Σαμαα καὶ Μωλαδα 57 καὶ Σερι καὶ Βαιφαλαδ καὶ Ασεργαδδα καὶ Βαιθφαλεθ 58 καὶ Χολασεωλα καὶ Βηρσαβεε καὶ αἱ κῶμαι αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν καὶ Ασαρσουλα καὶ Βηρσαβεε καὶ αἱ κῶμαι αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν 59 Βαλα καὶ Βακωκ καὶ Ασομ Βααλα καὶ Αυιμ καὶ Ασεμ 60 καὶ Ελβωυδαδ καὶ Βαιθηλ καὶ Ερμα καὶ Ελθωδαδ καὶ Χασιλ καὶ Ερμα 61 καὶ Σεκελακ καὶ Μαχαριμ καὶ Σεθεννακ καὶ Σικελεγ καὶ Μεδεβηνα καὶ Σανσαννα 62 καὶ Λαβως καὶ Σαλη καὶ Ερωμωθ πόλεις κθ# καὶ αἱ κῶμαι αὐτῶν καὶ Λαβωθ καὶ Σελεϊμ καὶ Ρεμμων πόλεις εἴκοσι καὶ ἐννέα καὶ αἱ κῶμαι αὐτῶν 63 ἐν τῇ πεδινῇ Ασταωλ καὶ Ραα καὶ Ασσα ἐν τῇ πεδινῇ Εσθαολ καὶ Σαραα καὶ Ασνα