Judges 12

Judges chapter 12 from the Septuagint, Morphologically Tagged Rahlfs'

2 καὶ Ιεφθαε ὁ Γαλααδίτης ἐπηρμένος δυνάμει καὶ αὐτὸς υἱὸς γυναικὸς πόρνης ἣ ἐγέννησεν τῷ Γαλααδ τὸν Ιεφθαε καὶ Ιεφθαε ὁ Γαλααδίτης δυνατὸς ἐν ἰσχύι καὶ αὐτὸς ἦν υἱὸς γυναικὸς πόρνης καὶ ἔτεκεν τῷ Γαλααδ τὸν Ιεφθαε 3 καὶ ἔτεκεν ἡ γυνὴ Γαλααδ αὐτῷ υἱούς καὶ ἡδρύνθησαν οἱ υἱοὶ τῆς γυναικὸς καὶ ἐξέβαλον τὸν Ιεφθαε καὶ εἶπαν αὐτῷ οὐ κληρονομήσεις ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν ὅτι υἱὸς γυναικὸς ἑταίρας σύ καὶ ἔτεκεν ἡ γυνὴ Γαλααδ αὐτῷ υἱούς καὶ ἡδρύνθησαν οἱ υἱοὶ τῆς γυναικὸς καὶ ἐξέβαλον τὸν Ιεφθαε καὶ εἶπον αὐτῷ οὐ κληρονομήσεις ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν ὅτι γυναικὸς υἱὸς ἑταίρας εἶ σύ 4 καὶ ἔφυγεν Ιεφθαε ἀπὸ προσώπου ἀδελφῶν αὐτοῦ καὶ ᾤκησεν ἐν γῇ Τωβ καὶ συνεστράφησαν πρὸς Ιεφθαε ἄνδρες κενοὶ καὶ ἐξῆλθον μετ’ αὐτοῦ καὶ ἀπέδρα Ιεφθαε ἐκ προσώπου τῶν ἀδελφῶν αὐτοῦ καὶ κατῴκησεν ἐν γῇ Τωβ καὶ συνελέγοντο πρὸς τὸν Ιεφθαε ἄνδρες λιτοὶ καὶ συνεξεπορεύοντο μετ’ αὐτοῦ 5 καὶ ἐγένετο μεθ’ ἡμέρας καὶ ἐπολέμησαν οἱ υἱοὶ Αμμων μετὰ Ισραηλ 6 καὶ ἐγένετο ἡνίκα παρετάξαντο οἱ υἱοὶ Αμμων μετὰ Ισραηλ καὶ ἐπορεύθησαν οἱ πρεσβύτεροι Γαλααδ λαβεῖν τὸν Ιεφθαε ἀπὸ τῆς γῆς Τωβ καὶ ἐγενήθη ἡνίκα ἐπολέμουν οἱ υἱοὶ Αμμων μετὰ Ισραηλ καὶ ἐπορεύθησαν οἱ πρεσβύτεροι Γαλααδ παραλαβεῖν τὸν Ιεφθαε ἐν γῇ Τωβ 7 καὶ εἶπαν τῷ Ιεφθαε δεῦρο καὶ ἔσῃ ἡμῖν εἰς ἀρχηγόν καὶ παραταξώμεθα πρὸς υἱοὺς Αμμων καὶ εἶπαν πρὸς Ιεφθαε δεῦρο καὶ ἔσῃ ἡμῖν εἰς ἡγούμενον καὶ πολεμήσωμεν ἐν τοῖς υἱοῖς Αμμων 8 καὶ εἶπεν Ιεφθαε τοῖς πρεσβυτέροις Γαλααδ οὐχὶ ὑμεῖς ἐμισήσατέ με καὶ ἐξεβάλετέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου καὶ ἐξαπεστείλατέ με ἀφ’ ὑμῶν καὶ διὰ τί ἤλθατε πρός με νῦν ἡνίκα χρῄζετε καὶ εἶπεν Ιεφθαε τοῖς πρεσβυτέροις Γαλααδ οὐχ ὑμεῖς ἐμισήσατέ με καὶ ἐξεβάλετέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου καὶ ἐξαπεστείλατέ με ἀφ’ ὑμῶν καὶ τί ὅτι ἤλθατε πρός με ἡνίκα ἐθλίβητε 9 καὶ εἶπαν οἱ πρεσβύτεροι Γαλααδ πρὸς Ιεφθαε διὰ τοῦτο νῦν ἐπεστρέψαμεν πρὸς σέ καὶ πορεύσῃ μεθ’ ἡμῶν καὶ παρατάξῃ πρὸς υἱοὺς Αμμων καὶ ἔσῃ ἡμῖν εἰς ἄρχοντα πᾶσιν τοῖς οἰκοῦσιν Γαλααδ καὶ εἶπαν οἱ πρεσβύτεροι Γαλααδ πρὸς Ιεφθαε οὐχ οὕτως νῦν ἤλθομεν πρὸς σέ καὶ συμπορεύσῃ ἡμῖν καὶ πολεμήσομεν ἐν τοῖς υἱοῖς Αμμων καὶ ἔσῃ ἡμῖν εἰς κεφαλήν πᾶσιν τοῖς κατοικοῦσιν Γαλααδ 10 καὶ εἶπεν Ιεφθαε πρὸς τοὺς πρεσβυτέρους Γαλααδ εἰ ἐπιστρέφετέ με ὑμεῖς παρατάξασθαι ἐν υἱοῖς Αμμων καὶ παραδῷ κύριος αὐτοὺς ἐνώπιον ἐμοῦ καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς ἄρχοντα καὶ εἶπεν Ιεφθαε πρὸς τοὺς πρεσβυτέρους Γαλααδ εἰ ἐπιστρέφετέ με ὑμεῖς πολεμῆσαι ἐν τοῖς υἱοῖς Αμμων καὶ παραδῷ κύριος αὐτοὺς ἐνώπιον ἐμοῦ ἐγὼ ὑμῖν ἔσομαι εἰς κεφαλήν 11 καὶ εἶπαν οἱ πρεσβύτεροι Γαλααδ πρὸς Ιεφθαε κύριος ἔστω ἀκούων ἀνὰ μέσον ἡμῶν εἰ μὴ κατὰ τὸ ῥῆμά σου οὕτως ποιήσομεν καὶ εἶπαν οἱ πρεσβύτεροι Γαλααδ πρὸς Ιεφθαε κύριος ἔσται ὁ ἀκούων ἀνὰ μέσον ἡμῶν εἰ μὴ κατὰ τὸ ῥῆμά σου οὕτως ποιήσομεν 12 καὶ ἐπορεύθη Ιεφθαε μετὰ τῶν πρεσβυτέρων Γαλααδ καὶ ἔθηκαν αὐτὸν ὁ λαὸς ἐπ’ αὐτοὺς εἰς κεφαλὴν καὶ εἰς ἀρχηγόν καὶ ἐλάλησεν Ιεφθαε τοὺς λόγους αὐτοῦ πάντας ἐνώπιον κυρίου ἐν Μασσηφα καὶ ἐπορεύθη Ιεφθαε μετὰ τῶν πρεσβυτέρων Γαλααδ καὶ κατέστησαν αὐτὸν ἐπ’ αὐτῶν εἰς κεφαλὴν εἰς ἡγούμενον καὶ ἐλάλησεν Ιεφθαε πάντας τοὺς λόγους αὐτοῦ ἐνώπιον κυρίου ἐν Μασσηφα 13 καὶ ἀπέστειλεν Ιεφθαε ἀγγέλους πρὸς βασιλέα υἱῶν Αμμων λέγων τί ἐμοὶ καὶ σοί ὅτι ἦλθες πρός με τοῦ παρατάξασθαι ἐν τῇ γῇ μου καὶ ἀπέστειλεν Ιεφθαε ἀγγέλους πρὸς βασιλέα υἱῶν Αμμων λέγων τί ἐμοὶ καὶ σοί ὅτι ἥκεις πρός με σὺ πολεμῆσαί με ἐν τῇ γῇ μου 14 καὶ εἶπεν βασιλεὺς υἱῶν Αμμων πρὸς τοὺς ἀγγέλους Ιεφθαε ὅτι ἔλαβεν Ισραηλ τὴν γῆν μου ἐν τῷ ἀναβαίνειν αὐτὸν ἐξ Αἰγύπτου ἀπὸ Αρνων καὶ ἕως Ιαβοκ καὶ ἕως τοῦ Ιορδάνου καὶ νῦν ἐπίστρεψον αὐτὰς ἐν εἰρήνῃ καὶ πορεύσομαι καὶ εἶπεν βασιλεὺς υἱῶν Αμμων πρὸς τοὺς ἀγγέλους Ιεφθαε διότι ἔλαβεν Ισραηλ τὴν γῆν μου ἐν τῇ ἀναβάσει αὐτοῦ ἐξ Αἰγύπτου ἀπὸ Αρνων ἕως Ιαβοκ καὶ ἕως τοῦ Ιορδάνου καὶ νῦν ἐπίστρεψον αὐτὰς μετ’ εἰρήνης 15 καὶ προσέθηκεν ἔτι Ιεφθαε καὶ ἀπέστειλεν ἀγγέλους πρὸς βασιλέα υἱῶν Αμμων καὶ ἀπέστρεψαν οἱ ἄγγελοι πρὸς Ιεφθαε καὶ ἀπέστειλεν Ιεφθαε ἀγγέλους πρὸς τὸν βασιλέα υἱῶν Αμμων