Micah 5

Micah chapter 5 from the Septuagint, Morphologically Tagged Rahlfs'

1 πληγὴ μάστιγος ποιεῖ μώλωπα πληγὴ δὲ γλώσσης συγκλάσει ὀστᾶ 2 πολλοὶ ἔπεσαν ἐν στόματι μαχαίρας καὶ οὐχ ὡς οἱ πεπτωκότες διὰ γλῶσσαν 3 μακάριος ὁ σκεπασθεὶς ἀπ’ αὐτῆς ὃς οὐ διῆλθεν ἐν τῷ θυμῷ αὐτῆς ὃς οὐχ εἵλκυσεν τὸν ζυγὸν αὐτῆς καὶ ἐν τοῖς δεσμοῖς αὐτῆς οὐκ ἐδέθη 4 ὁ γὰρ ζυγὸς αὐτῆς ζυγὸς σιδηροῦς καὶ οἱ δεσμοὶ αὐτῆς δεσμοὶ χάλκειοι 5 θάνατος πονηρὸς ὁ θάνατος αὐτῆς καὶ λυσιτελὴς μᾶλλον ὁ ᾅδης αὐτῆς 6 οὐ μὴ κρατήσῃ εὐσεβῶν καὶ ἐν τῇ φλογὶ αὐτῆς οὐ καήσονται 7 οἱ καταλείποντες κύριον ἐμπεσοῦνται εἰς αὐτήν καὶ ἐν αὐτοῖς ἐκκαήσεται καὶ οὐ μὴ σβεσθῇ ἐπαποσταλήσεται αὐτοῖς ὡς λέων καὶ ὡς πάρδαλις λυμανεῖται αὐτούς 8 ἰδὲ περίφραξον τὸ κτῆμά σου ἀκάνθαις τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον κατάδησον 9 καὶ τοῖς λόγοις σου ποίησον ζυγὸν καὶ σταθμὸν καὶ τῷ στόματί σου ποίησον θύραν καὶ μοχλόν 10 πρόσεχε μήπως ὀλίσθῃς ἐν αὐτῇ μὴ πέσῃς κατέναντι ἐνεδρεύοντος 12 ὁ ποιῶν ἔλεος δανιεῖ τῷ πλησίον καὶ ὁ ἐπισχύων τῇ χειρὶ αὐτοῦ τηρεῖ ἐντολάς 13 δάνεισον τῷ πλησίον ἐν καιρῷ χρείας αὐτοῦ καὶ πάλιν ἀπόδος τῷ πλησίον εἰς τὸν καιρόν 14 στερέωσον λόγον καὶ πιστώθητι μετ’ αὐτοῦ καὶ ἐν παντὶ καιρῷ εὑρήσεις τὴν χρείαν σου 15 πολλοὶ ὡς εὕρεμα ἐνόμισαν δάνος καὶ παρέσχον κόπον τοῖς βοηθήσασιν αὐτοῖς