Micah 6

Micah chapter 6 from the Septuagint, Morphologically Tagged Rahlfs'

1 ἐὰν ἰσχύσῃ μόλις κομίσεται τὸ ἥμισυ καὶ λογιεῖται αὐτὸ ὡς εὕρεμα εἰ δὲ μή ἀπεστέρησεν αὐτὸν τῶν χρημάτων αὐτοῦ καὶ ἐκτήσατο αὐτὸν ἐχθρὸν δωρεάν κατάρας καὶ λοιδορίας ἀποδώσει αὐτῷ καὶ ἀντὶ δόξης ἀποδώσει αὐτῷ ἀτιμίαν 2 πολλοὶ οὐ χάριν πονηρίας ἀπέστρεψαν ἀποστερηθῆναι δωρεὰν εὐλαβήθησαν 3 πλὴν ἐπὶ ταπεινῷ μακροθύμησον καὶ ἐπ’ ἐλεημοσύνῃ μὴ παρελκύσῃς αὐτόν 4 χάριν ἐντολῆς ἀντιλαβοῦ πένητος καὶ κατὰ τὴν ἔνδειαν αὐτοῦ μὴ ἀποστρέψῃς αὐτὸν κενόν 5 ἀπόλεσον ἀργύριον δῑ ἀδελφὸν καὶ φίλον καὶ μὴ ἰωθήτω ὑπὸ τὸν λίθον εἰς ἀπώλειαν 6 θὲς τὸν θησαυρόν σου κατ’ ἐντολὰς ὑψίστου καὶ λυσιτελήσει σοι μᾶλλον ἢ τὸ χρυσίον 7 σύγκλεισον ἐλεημοσύνην ἐν τοῖς ταμιείοις σου καὶ αὕτη ἐξελεῖταί σε ἐκ πάσης κακώσεως 8 ὑπὲρ ἀσπίδα κράτους καὶ ὑπὲρ δόρυ ὁλκῆς κατέναντι ἐχθροῦ πολεμήσει ὑπὲρ σοῦ 9 ἀνὴρ ἀγαθὸς ἐγγυήσεται τὸν πλησίον καὶ ὁ ἀπολωλεκὼς αἰσχύνην ἐγκαταλείψει αὐτόν 10 χάριτας ἐγγύου μὴ ἐπιλάθῃ ἔδωκεν γὰρ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ σοῦ 11 ἀγαθὰ ἐγγύου ἀνατρέψει ἁμαρτωλός καὶ ἀχάριστος ἐν διανοίᾳ ἐγκαταλείψει ῥυσάμενον 12 ἐγγύη πολλοὺς ἀπώλεσεν κατευθύνοντας καὶ ἐσάλευσεν αὐτοὺς ὡς κῦμα θαλάσσης 13 ἄνδρας δυνατοὺς ἀπῴκισεν καὶ ἐπλανήθησαν ἐν ἔθνεσιν ἀλλοτρίοις 14 ἁμαρτωλὸς ἐμπεσὼν εἰς ἐγγύην καὶ διώκων ἐργολαβίας ἐμπεσεῖται εἰς κρίσεις 15 ἀντιλαβοῦ τοῦ πλησίον κατὰ δύναμίν σου καὶ πρόσεχε σεαυτῷ μὴ ἐμπέσῃς 16 ἀρχὴ ζωῆς ὕδωρ καὶ ἄρτος καὶ ἱμάτιον καὶ οἶκος καλύπτων ἀσχημοσύνην