Micah 7
Micah chapter 7 from the Septuagint, Morphologically Tagged Rahlfs'
1 ἐπὶ μικρῷ καὶ μεγάλῳ εὐδοκίαν ἔχε καὶ ὀνειδισμὸν παροικίας οὐ μὴ ἀκούσῃς 2 ζωὴ πονηρὰ ἐξ οἰκίας εἰς οἰκίαν καὶ οὗ παροικήσεις οὐκ ἀνοίξεις στόμα 3 ξενιεῖς καὶ ποτιεῖς εἰς ἀχάριστα καὶ πρὸς ἐπὶ τούτοις πικρὰ ἀκούσῃ 4 πάρελθε πάροικε κόσμησον τράπεζαν καὶ εἴ τι ἐν τῇ χειρί σου ψώμισόν με 5 ἔξελθε πάροικε ἀπὸ προσώπου δόξης ἐπεξένωταί μοι ὁ ἀδελφός χρεία τῆς οἰκίας 6 βαρέα ταῦτα ἀνθρώπῳ ἔχοντι φρόνησιν ἐπιτίμησις οἰκίας καὶ ὀνειδισμὸς δανειστοῦ 8 ὁ ἀγαπῶν τὸν υἱὸν αὐτοῦ ἐνδελεχήσει μάστιγας αὐτῷ ἵνα εὐφρανθῇ ἐπ’ ἐσχάτων αὐτοῦ 9 ὁ παιδεύων τὸν υἱὸν αὐτοῦ ὀνήσεται ἐπ’ αὐτῷ καὶ ἀνὰ μέσον γνωρίμων ἐπ’ αὐτῷ καυχήσεται 10 ὁ διδάσκων τὸν υἱὸν αὐτοῦ παραζηλώσει τὸν ἐχθρὸν καὶ ἔναντι φίλων ἐπ’ αὐτῷ ἀγαλλιάσεται 11 ἐτελεύτησεν αὐτοῦ ὁ πατήρ καὶ ὧς οὐκ ἀπέθανεν ὅμοιον γὰρ αὐτῷ κατέλιπεν μετ’ αὐτόν 12 ἐν τῇ ζωῇ αὐτοῦ εἶδεν καὶ εὐφράνθη καὶ ἐν τῇ τελευτῇ αὐτοῦ οὐκ ἐλυπήθη 13 ἐναντίον ἐχθρῶν κατέλιπεν ἔκδικον καὶ τοῖς φίλοις ἀνταποδιδόντα χάριν 14 περιψύχων υἱὸν καταδεσμεύσει τραύματα αὐτοῦ καὶ ἐπὶ πάσῃ βοῇ ταραχθήσεται σπλάγχνα αὐτοῦ 15 ἵππος ἀδάμαστος ἐκβαίνει σκληρός καὶ υἱὸς ἀνειμένος ἐκβαίνει προαλής 16 τιθήνησον τέκνον καὶ ἐκθαμβήσει σε σύμπαιξον αὐτῷ καὶ λυπήσει σε 17 μὴ συγγελάσῃς αὐτῷ ἵνα μὴ συνοδυνηθῇς καὶ ἐπ’ ἐσχάτων γομφιάσεις τοὺς ὀδόντας σου 18 μὴ δῷς αὐτῷ ἐξουσίαν ἐν νεότητι 19 θλάσον τὰς πλευρὰς αὐτοῦ ὡς ἔστιν νήπιος μήποτε σκληρυνθεὶς ἀπειθήσῃ σοι 20 παίδευσον τὸν υἱόν σου καὶ ἔργασαι ἐν αὐτῷ ἵνα μὴ ἐν τῇ ἀσχημοσύνῃ αὐτοῦ προσκόψῃς