Nehemiah 4

Nehemiah chapter 4 from the Septuagint, Morphologically Tagged Rahlfs'

1 καὶ τοῖς Λευίταις ἔγραψεν δοῦναι τὴν χορηγίαν ἕως ἧς ἡμέρας ἐπιτελεσθῇ ὁ οἶκος καὶ Ιερουσαλημ οἰκοδομηθῆναι 2 καὶ πᾶσι τοῖς φρουροῦσι τὴν πόλιν ἔγραψε δοῦναι αὐτοῖς κλήρους καὶ ὀψώνια 3 καὶ ἐξαπέστειλεν πάντα τὰ σκεύη ἃ ἐξεχώρισεν Κῦρος ἀπὸ Βαβυλῶνος καὶ πάντα ὅσα εἶπεν Κῦρος ποιῆσαι καὶ αὐτὸς ἐπέταξεν ποιῆσαι καὶ ἐξαποστεῖλαι εἰς Ιερουσαλημ 4 καὶ ὅτε ἐξῆλθεν ὁ νεανίσκος ἄρας τὸ πρόσωπον εἰς τὸν οὐρανὸν ἐναντίον Ιερουσαλημ εὐλόγησεν τῷ βασιλεῖ τοῦ οὐρανοῦ λέγων 5 παρὰ σοῦ ἡ νίκη καὶ παρὰ σοῦ ἡ σοφία καὶ σὴ ἡ δόξα καὶ ἐγὼ σὸς οἰκέτης 6 εὐλογητὸς εἶ ὃς ἔδωκάς μοι σοφίαν καὶ σοὶ ὁμολογῶ δέσποτα τῶν πατέρων 7 καὶ ἔλαβεν τὰς ἐπιστολὰς καὶ ἐξῆλθεν εἰς Βαβυλῶνα καὶ ἀπήγγειλεν τοῖς ἀδελφοῖς αὐτοῦ πᾶσιν 8 καὶ εὐλόγησαν τὸν θεὸν τῶν πατέρων αὐτῶν ὅτι ἔδωκεν αὐτοῖς ἄνεσιν καὶ ἄφεσιν 9 ἀναβῆναι καὶ οἰκοδομῆσαι Ιερουσαλημ καὶ τὸ ἱερόν οὗ ὠνομάσθη τὸ ὄνομα αὐτοῦ ἐπ’ αὐτῷ καὶ ἐκωθωνίζοντο μετὰ μουσικῶν καὶ χαρᾶς ἡμέρας ἑπτά 11 μετὰ δὲ ταῦτα ἐξελέγησαν ἀναβῆναι ἀρχηγοὶ οἴκου πατριῶν κατὰ φυλὰς αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ καὶ αἱ θυγατέρες καὶ οἱ παῖδες αὐτῶν καὶ αἱ παιδίσκαι καὶ τὰ κτήνη αὐτῶν 12 καὶ Δαρεῖος συναπέστειλεν μετ’ αὐτῶν ἱππεῖς χιλίους ἕως τοῦ ἀποκαταστῆσαι αὐτοὺς εἰς Ιερουσαλημ μετ’ εἰρήνης καὶ μετὰ μουσικῶν τυμπάνων καὶ αὐλῶν 13 καὶ πάντες οἱ ἀδελφοὶ αὐτῶν παίζοντες καὶ ἐποίησεν αὐτοὺς συναναβῆναι μετ’ ἐκείνων 14 καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν ἀναβαινόντων κατὰ πατριὰς αὐτῶν εἰς τὰς φυλὰς ἐπὶ τὴν μεριδαρχίαν αὐτῶν 15 οἱ ἱερεῖς υἱοὶ Φινεες υἱοῦ Ααρων Ἰησοῦς ὁ τοῦ Ιωσεδεκ τοῦ Σαραιου καὶ Ιωακιμ ὁ τοῦ Ζοροβαβελ τοῦ Σαλαθιηλ ἐκ τοῦ οἴκου τοῦ Δαυιδ ἐκ τῆς γενεᾶς Φαρες φυλῆς δὲ Ιουδα 16 ὃς ἐλάλησεν ἐπὶ Δαρείου τοῦ βασιλέως Περσῶν λόγους σοφοὺς ἐν τῷ δευτέρῳ ἔτει τῆς βασιλείας αὐτοῦ μηνὶ Νισαν τοῦ πρώτου μηνός 17 εἰσὶν δὲ οὗτοι ἐκ τῆς Ιουδαίας οἱ ἀναβάντες ἐκ τῆς αἰχμαλωσίας τῆς παροικίας οὓς μετῴκισεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα 18 καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ καὶ τὴν λοιπὴν Ιουδαίαν ἕκαστος εἰς τὴν ἰδίαν πόλιν οἱ ἐλθόντες μετὰ Ζοροβαβελ καὶ Ἰησοῦ Νεεμιου Ζαραιου Ρησαιου Ενηνιος Μαρδοχαιου Βεελσαρου Ασφαρασου Βορολιου Ροϊμου Βαανα τῶν προηγουμένων αὐτῶν 19 ἀριθμὸς τῶν ἀπὸ τοῦ ἔθνους καὶ οἱ προηγούμενοι αὐτῶν υἱοὶ Φορος δύο χιλιάδες καὶ ἑκατὸν ἑβδομήκοντα δύο 20 υἱοὶ Σαφατ τετρακόσιοι ἑβδομήκοντα δύο υἱοὶ Αρεε ἑπτακόσιοι πεντήκοντα ἕξ 21 υἱοὶ Φααθμωαβ εἰς τοὺς υἱοὺς Ἰησοῦ καὶ Ιωαβ δισχίλιοι ὀκτακόσιοι δέκα δύο 22 υἱοὶ Ωλαμου χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες υἱοὶ Ζατου ἐννακόσιοι τεσσαράκοντα πέντε υἱοὶ Χορβε ἑπτακόσιοι πέντε υἱοὶ Βανι ἑξακόσιοι τεσσαράκοντα ὀκτώ 23 υἱοὶ Βηβαι ἑξακόσιοι εἴκοσι τρεῖς υἱοὶ Ασγαδ χίλιοι τριακόσιοι εἴκοσι δύο