Proverbs 17
Proverbs chapter 17 from the Septuagint, Morphologically Tagged Rahlfs'
1 καὶ κατ’ ἐμοῦ ηὐφράνθησαν καὶ συνήχθησαν συνήχθησαν ἐπ’ ἐμὲ μάστιγες καὶ οὐκ ἔγνων διεσχίσθησαν καὶ οὐ κατενύγησαν 2 ἐπείρασάν με ἐξεμυκτήρισάν με μυκτηρισμόν ἔβρυξαν ἐπ’ ἐμὲ τοὺς ὀδόντας αὐτῶν 3 κύριε πότε ἐπόψῃ ἀποκατάστησον τὴν ψυχήν μου ἀπὸ τῆς κακουργίας αὐτῶν ἀπὸ λεόντων τὴν μονογενῆ μου 4 ἐξομολογήσομαί σοι κύριε ἐν ἐκκλησίᾳ πολλῇ ἐν λαῷ βαρεῖ αἰνέσω σε 5 μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ἀδίκως οἱ μισοῦντές με δωρεὰν καὶ διανεύοντες ὀφθαλμοῖς 6 ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν καὶ ἐπ’ ὀργὴν δόλους διελογίζοντο 7 καὶ ἐπλάτυναν ἐπ’ ἐμὲ τὸ στόμα αὐτῶν εἶπαν εὖγε εὖγε εἶδαν οἱ ὀφθαλμοὶ ἡμῶν 8 εἶδες κύριε μὴ παρασιωπήσῃς κύριε μὴ ἀποστῇς ἀπ’ ἐμοῦ 9 ἐξεγέρθητι κύριε καὶ πρόσχες τῇ κρίσει μου ὁ θεός μου καὶ ὁ κύριός μου εἰς τὴν δίκην μου 10 κρῖνόν με κατὰ τὴν δικαιοσύνην σου κύριε ὁ θεός μου καὶ μὴ ἐπιχαρείησάν μοι 11 μὴ εἴπαισαν ἐν καρδίαις αὐτῶν εὖγε εὖγε τῇ ψυχῇ ἡμῶν μηδὲ εἴπαισαν κατεπίομεν αὐτόν 12 αἰσχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ἐπιχαίροντες τοῖς κακοῖς μου ἐνδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλορρημονοῦντες ἐπ’ ἐμέ 13 ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν οἱ θέλοντες τὴν δικαιοσύνην μου καὶ εἰπάτωσαν διὰ παντός μεγαλυνθήτω ὁ κύριος οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ 14 καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου 16 εἰς τὸ τέλος τῷ δούλῳ κυρίου τῷ Δαυιδ 17 φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ οὐκ ἔστιν φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ 18 ὅτι ἐδόλωσεν ἐνώπιον αὐτοῦ τοῦ εὑρεῖν τὴν ἀνομίαν αὐτοῦ καὶ μισῆσαι 19 τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνομία καὶ δόλος οὐκ ἐβουλήθη συνιέναι τοῦ ἀγαθῦναι 20 ἀνομίαν διελογίσατο ἐπὶ τῆς κοίτης αὐτοῦ παρέστη πάσῃ ὁδῷ οὐκ ἀγαθῇ τῇ δὲ κακίᾳ οὐ προσώχθισεν 21 κύριε ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν 22 ἡ δικαιοσύνη σου ὡσεὶ ὄρη θεοῦ τὰ κρίματά σου ἄβυσσος πολλή ἀνθρώπους καὶ κτήνη σώσεις κύριε 23 ὡς ἐπλήθυνας τὸ ἔλεός σου ὁ θεός οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσιν 24 μεθυσθήσονται ἀπὸ πιότητος τοῦ οἴκου σου καὶ τὸν χειμάρρουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς 25 ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀψόμεθα φῶς 26 παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσίν σε καὶ τὴν δικαιοσύνην σου τοῖς εὐθέσι τῇ καρδίᾳ 27 μὴ ἐλθέτω μοι ποὺς ὑπερηφανίας καὶ χεὶρ ἁμαρτωλῶν μὴ σαλεύσαι με 28 ἐκεῖ ἔπεσον οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐξώσθησαν καὶ οὐ μὴ δύνωνται στῆναι