Psalms 1
Psalms chapter 1 from the Septuagint, Morphologically Tagged Rahlfs'
1 ὡς δὲ ἤκουσαν ταῦτα τὰ ῥήματα οἱ ἄρχοντες τῆς δυνάμεως Ασσουρ τοὺς χιτῶνας αὐτῶν διέρρηξαν καὶ ἐταράχθη αὐτῶν ἡ ψυχὴ σφόδρα καὶ ἐγένετο αὐτῶν κραυγὴ καὶ βοὴ μεγάλη σφόδρα ἐν μέσῳ τῆς παρεμβολῆς 3 καὶ ὡς ἤκουσαν οἱ ἐν τοῖς σκηνώμασιν ὄντες ἐξέστησαν ἐπὶ τὸ γεγονός 4 καὶ ἐπέπεσεν ἐπ’ αὐτοὺς τρόμος καὶ φόβος καὶ οὐκ ἦν ἄνθρωπος μένων κατὰ πρόσωπον τοῦ πλησίον ἔτι ἀλλ’ ἐκχυθέντες ὁμοθυμαδὸν ἔφευγον ἐπὶ πᾶσαν ὁδὸν τοῦ πεδίου καὶ τῆς ὀρεινῆς 5 καὶ οἱ παρεμβεβληκότες ἐν τῇ ὀρεινῇ κύκλῳ Βαιτυλουα καὶ ἐτράπησαν εἰς φυγήν καὶ τότε οἱ υἱοὶ Ισραηλ πᾶς ἀνὴρ πολεμιστὴς ἐξ αὐτῶν ἐξεχύθησαν ἐπ’ αὐτούς 6 καὶ ἀπέστειλεν Οζιας εἰς Βαιτομασθαιμ καὶ Βηβαι καὶ Χωβαι καὶ Κωλα καὶ εἰς πᾶν ὅριον Ισραηλ τοὺς ἀπαγγέλλοντας ὑπὲρ τῶν συντετελεσμένων καὶ ἵνα πάντες ἐπεκχυθῶσιν τοῖς πολεμίοις εἰς τὴν ἀναίρεσιν αὐτῶν