Psalms 10
Psalms chapter 10 from the Septuagint, Morphologically Tagged Rahlfs'
1 πρόσεχε σεαυτῷ παιδίον ἀπὸ πάσης πορνείας καὶ γυναῖκα πρῶτον λαβὲ ἀπὸ τοῦ σπέρματος τῶν πατέρων σου μὴ λάβῃς γυναῖκα ἀλλοτρίαν ἣ οὐκ ἔστιν ἐκ τῆς φυλῆς τοῦ πατρός σου διότι υἱοὶ προφητῶν ἐσμεν Νωε Αβρααμ Ισαακ Ιακωβ οἱ πατέρες ἡμῶν ἀπὸ τοῦ αἰῶνος μνήσθητι παιδίον ὅτι οὗτοι πάντες ἔλαβον γυναῖκας ἐκ τῶν ἀδελφῶν αὐτῶν καὶ εὐλογήθησαν ἐν τοῖς τέκνοις αὐτῶν καὶ τὸ σπέρμα αὐτῶν κληρονομήσει γῆν 2 καὶ νῦν παιδίον ἀγάπα τοὺς ἀδελφούς σου καὶ μὴ ὑπερηφανεύου τῇ καρδίᾳ σου ἀπὸ τῶν ἀδελφῶν σου καὶ τῶν υἱῶν καὶ θυγατέρων τοῦ λαοῦ σου λαβεῖν σεαυτῷ ἐξ αὐτῶν γυναῖκα διότι ἐν τῇ ὑπερηφανίᾳ ἀπώλεια καὶ ἀκαταστασία πολλή καὶ ἐν τῇ ἀχρειότητι ἐλάττωσις καὶ ἔνδεια μεγάλη ἡ γὰρ ἀχρειότης μήτηρ ἐστὶν τοῦ λιμοῦ 3 μισθὸς παντὸς ἀνθρώπου ὃς ἐὰν ἐργάσηται παρὰ σοὶ μὴ αὐλισθήτω ἀλλὰ ἀπόδος αὐτῷ παραυτίκα καὶ ἐὰν δουλεύσῃς τῷ θεῷ ἀποδοθήσεταί σοι πρόσεχε σεαυτῷ παιδίον ἐν πᾶσι τοῖς ἔργοις σου καὶ ἴσθι πεπαιδευμένος ἐν πάσῃ ἀναστροφῇ σου 4 καὶ ὃ μισεῖς μηδενὶ ποιήσῃς οἶνον εἰς μέθην μὴ πίῃς καὶ μὴ πορευθήτω μετὰ σοῦ μέθη ἐν τῇ ὁδῷ σου 5 ἐκ τοῦ ἄρτου σου δίδου πεινῶντι καὶ ἐκ τῶν ἱματίων σου τοῖς γυμνοῖς πᾶν ὃ ἐὰν περισσεύσῃ σοι ποίει ἐλεημοσύνην καὶ μὴ φθονεσάτω σου ὁ ὀφθαλμὸς ἐν τῷ ποιεῖν σε ἐλεημοσύνην 6 ἔκχεον τοὺς ἄρτους σου ἐπὶ τὸν τάφον τῶν δικαίων καὶ μὴ δῷς τοῖς ἁμαρτωλοῖς 7 συμβουλίαν παρὰ παντὸς φρονίμου ζήτησον καὶ μὴ καταφρονήσῃς ἐπὶ πάσης συμβουλίας χρησίμης 8 καὶ ἐν παντὶ καιρῷ εὐλόγει κύριον τὸν θεὸν καὶ παρ’ αὐτοῦ αἴτησον ὅπως αἱ ὁδοί σου εὐθεῖαι γένωνται καὶ πᾶσαι αἱ τρίβοι καὶ βουλαὶ εὐοδωθῶσιν διότι πᾶν ἔθνος οὐκ ἔχει βουλήν ἀλλὰ αὐτὸς ὁ κύριος δίδωσιν πάντα τὰ ἀγαθὰ καὶ ὃν ἐὰν θέλῃ ταπεινοῖ καθὼς βούλεται καὶ νῦν παιδίον μνημόνευε τῶν ἐντολῶν μου καὶ μὴ ἐξαλειφθήτωσαν ἐκ τῆς καρδίας σου δώσει κύριος αὐτοῖς βουλὴν ἀγαθήν καὶ ὃν ἂν θέλῃ κύριος ταπεινοῖ ἕως ᾅδου κατωτάτω καὶ νῦν παιδίον μνημόνευε τὰς ἐντολὰς ταύτας καὶ μὴ ἐξαλειφθήτωσαν ἐκ τῆς καρδίας σου 9 καὶ νῦν ὑποδεικνύω σοι τὰ δέκα τάλαντα τοῦ ἀργυρίου ἃ παρεθέμην Γαβαήλῳ τῷ τοῦ Γαβρια ἐν Ῥάγοις τῆς Μηδίας καὶ νῦν παιδίον ὑποδεικνύω σοι ὅτι δέκα τάλαντα ἀργυρίου παρεθέμην Γαβαήλῳ τῷ τοῦ Γαβρι ἐν Ῥάγοις τῆς Μηδίας 10 καὶ μὴ φοβοῦ παιδίον ὅτι ἐπτωχεύσαμεν ὑπάρχει σοι πολλά ἐὰν φοβηθῇς τὸν θεὸν καὶ ἀποστῇς ἀπὸ πάσης ἁμαρτίας καὶ ποιήσῃς τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ καὶ μὴ φοβοῦ παιδίον ὅτι ἐπτωχεύσαμεν ὑπάρχει σοι πολλὰ ἀγαθά ἐὰν φοβηθῇς τὸν θεὸν καὶ φύγῃς ἀπὸ πάσης ἁμαρτίας καὶ ποιήσῃς τὰ ἀγαθὰ ἐνώπιον κυρίου τοῦ θεοῦ σου 12 καὶ ἀποκριθεὶς Τωβιας εἶπεν αὐτῷ πάτερ ποιήσω πάντα ὅσα ἐντέταλσαί μοι τότε ἀποκριθεὶς Τωβιας εἶπεν Τωβιθ τῷ πατρὶ αὐτοῦ πάντα ὅσα ἐντέταλσαί μοι ποιήσω πάτερ 13 ἀλλὰ πῶς δυνήσομαι λαβεῖν τὸ ἀργύριον καὶ οὐ γινώσκω αὐτόν πῶς δὲ δυνήσομαι αὐτὸ λαβεῖν παρ’ αὐτοῦ καὶ αὐτὸς οὐ γινώσκει με καὶ ἐγὼ οὐ γινώσκω αὐτόν τί σημεῖον δῶ αὐτῷ καὶ ἐπιγνῷ με καὶ πιστεύσῃ μοι καὶ δῷ μοι τὸ ἀργύριον καὶ τὰς ὁδοὺς τὰς εἰς Μηδίαν οὐ γινώσκω τοῦ πορευθῆναι ἐκεῖ 14 καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον καὶ εἶπεν αὐτῷ ζήτησον σεαυτῷ ἄνθρωπον ὃς συμπορεύσεταί σοι καὶ δώσω αὐτῷ μισθόν ἕως ζῶ καὶ λαβὲ πορευθεὶς τὸ ἀργύριον τότε ἀποκριθεὶς Τωβιθ εἶπεν Τωβια τῷ υἱῷ αὐτοῦ χειρόγραφον αὐτοῦ ἔδωκέν μοι καὶ χειρόγραφον ἔδωκα αὐτῷ καὶ διεῖλον εἰς δύο καὶ ἐλάβομεν ἑκάτερος ἕν καὶ ἔθηκα μετὰ τοῦ ἀργυρίου καὶ νῦν ἰδοὺ ἔτη εἴκοσι ἀφ’ οὗ παρεθέμην τὸ ἀργύριον τοῦτο ἐγώ καὶ νῦν παιδίον ζήτησον σεαυτῷ ἄνθρωπον πιστόν ὃς πορεύσεται μετὰ σοῦ καὶ δώσομεν αὐτῷ μισθόν ἕως ὅτου ἔλθῃς καὶ λαβὲ παρ’ αὐτοῦ τὸ ἀργύριον τοῦτο 15 καὶ ἐπορεύθη ζητῆσαι ἄνθρωπον καὶ εὗρεν τὸν Ραφαηλ ὃς ἦν ἄγγελος καὶ οὐκ ᾔδει ἐξῆλθεν δὲ Τωβιας ζητῆσαι ἄνθρωπον ὃς πορεύσεται μετ’ αὐτοῦ εἰς Μηδίαν ὃς ἐμπειρεῖ τῆς ὁδοῦ καὶ ἐξῆλθεν καὶ εὗρεν Ραφαηλ τὸν ἄγγελον ἑστηκότα ἀπέναντι αὐτοῦ καὶ οὐκ ἔγνω ὅτι ἄγγελος τοῦ θεοῦ ἐστιν 16 καὶ εἶπεν αὐτῷ εἰ δύναμαι πορευθῆναι μετὰ σοῦ ἐν Ῥάγοις τῆς Μηδίας καὶ εἰ ἔμπειρος εἶ τῶν τόπων καὶ εἶπεν αὐτῷ πόθεν εἶ νεανίσκε καὶ εἶπεν αὐτῷ ἐκ τῶν υἱῶν Ισραηλ τῶν ἀδελφῶν σου καὶ ἐλήλυθα ὧδε ἐργατεύεσθαι καὶ εἶπεν αὐτῷ ἐπίστῃ τὴν ὁδὸν πορευθῆναι εἰς Μηδίαν 17 καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος πορεύσομαι μετὰ σοῦ καὶ τῆς ὁδοῦ ἐμπειρῶ καὶ παρὰ Γαβαηλ τὸν ἀδελφὸν ἡμῶν ηὐλίσθην καὶ εἶπεν αὐτῷ ναί πολλάκις ἐγὼ ἐγενόμην ἐκεῖ καὶ ἐμπειρῶ καὶ ἐπίσταμαι τὰς ὁδοὺς πάσας πλεονάκις ἐπορεύθην εἰς Μηδίαν καὶ ηὐλιζόμην παρὰ Γαβαήλῳ τῷ ἀδελφῷ ἡμῶν τῷ οἰκοῦντι ἐν Ῥάγοις τῆς Μηδίας καὶ ἀπέχει ὁδὸν ἡμερῶν δύο τεταγμένων ἀπὸ Ἐκβατάνων εἰς Ῥάγα κεῖνται γὰρ ἐν τῷ ὄρει 18 καὶ εἶπεν αὐτῷ Τωβιας ὑπόμεινόν με καὶ ἐρῶ τῷ πατρί μου καὶ εἶπεν αὐτῷ μεῖνόν με νεανίσκε μέχρι ὅτου εἰσελθὼν ὑποδείξω τῷ πατρί μου χρείαν γὰρ ἔχω ἵνα βαδίσῃς μετ’ ἐμοῦ καὶ δώσω σοι τὸν μισθόν σου