Psalms 100

Psalms chapter 100 from the Septuagint, Morphologically Tagged Rahlfs'

1 μεταλαβὼν δὲ καὶ τοὺς ἐν Ιαμνείᾳ τὸν αὐτὸν ἐπιτελεῖν βουλομένους τρόπον τοῖς παροικοῦσιν Ιουδαίοις 2 καὶ τοῖς Ιαμνίταις νυκτὸς ἐπιβαλὼν ὑφῆψεν τὸν λιμένα σὺν τῷ στόλῳ ὥστε φαίνεσθαι τὰς αὐγὰς τοῦ φέγγους εἰς τὰ Ιεροσόλυμα σταδίων ὄντων διακοσίων τεσσαράκοντα 3 ἐκεῖθεν δὲ ἀποσπάσαντες σταδίους ἐννέα ποιουμένων τὴν πορείαν ἐπὶ τὸν Τιμόθεον προσέβαλον Ἄραβες αὐτῷ οὐκ ἐλάττους τῶν πεντακισχιλίων ἱππεῖς δὲ πεντακόσιοι 4 γενομένης δὲ καρτερᾶς μάχης καὶ τῶν περὶ τὸν Ιουδαν διὰ τὴν παρὰ τοῦ θεοῦ βοήθειαν εὐημερησάντων ἐλαττονωθέντες οἱ νομάδες ἠξίουν δοῦναι τὸν Ιουδαν δεξιὰς αὐτοῖς ὑπισχνούμενοι καὶ βοσκήματα δώσειν καὶ ἐν τοῖς λοιποῖς ὠφελήσειν αὐτούς 5 Ιουδας δὲ ὑπολαβὼν ὡς ἀληθῶς ἐν πολλοῖς αὐτοὺς χρησίμους ἐπεχώρησεν εἰρήνην ἄξειν πρὸς αὐτούς καὶ λαβόντες δεξιὰς εἰς τὰς σκηνὰς ἐχωρίσθησαν