Psalms 109

Psalms chapter 109 from the Septuagint, Morphologically Tagged Rahlfs'

1 δέσμιαι δὲ δημοσίᾳ μέχρι τῆς εἰς τὸ πλοῖον ἐμβολῆς εἵλκοντο μετὰ βίας 2 οἵ τε τούτων συνζυγεῖς βρόχοις ἀντὶ στεφέων τοὺς αὐχένας περιπεπλεγμένοι μετὰ ἀκμαίας νεανικῆς ἡλικίας ἀντὶ εὐωχίας καὶ νεωτερικῆς ῥᾳθυμίας τὰς ἐπιλοίπους τῶν γάμων ἡμέρας ἐν θρήνοις διῆγον παρὰ πόδας ἤδη τὸν ᾅδην ὁρῶντες κείμενον 3 κατήχθησαν δὲ θηρίων τρόπον ἀγόμενοι σιδηροδέσμοις ἀνάγκαις οἱ μὲν τοῖς ζυγοῖς τῶν πλοίων προσηλωμένοι τοὺς τραχήλους οἱ δὲ τοὺς πόδας ἀρρήκτοις κατησφαλισμένοι πέδαις 4 ἔτι καὶ τῷ καθύπερθε πυκνῷ σανιδώματι διακειμένῳ ὅπως πάντοθεν ἐσκοτισμένοι τοὺς ὀφθαλμοὺς ἀγωγὴν ἐπιβούλων ἐν παντὶ τῷ κατάπλῳ λαμβάνωσιν 5 τούτων δὲ ἐπὶ τὴν λεγομένην Σχεδίαν ἀχθέντων καὶ τοῦ παράπλου περανθέντος καθὼς ἦν δεδογματισμένον τῷ βασιλεῖ προσέταξεν αὐτοὺς ἐν τῷ πρὸ τῆς πόλεως ἱπποδρόμῳ παρεμβαλεῖν ἀπλάτῳ καθεστῶτι περιμέτρῳ καὶ πρὸς παραδειγματισμὸν ἄγαν εὐκαιροτάτῳ καθεστῶτι πᾶσι τοῖς καταπορευομένοις εἰς τὴν πόλιν καὶ τοῖς ἐκ τούτων εἰς τὴν χώραν στελλομένοις πρὸς ἐκδημίαν πρὸς τὸ μηδὲ ταῖς δυνάμεσιν αὐτοῦ κοινωνεῖν μηδὲ τὸ σύνολον καταξιῶσαι περιβόλων 6 ὡς δὲ τοῦτο ἐγενήθη ἀκούσας τοὺς ἐκ τῆς πόλεως ὁμοεθνεῖς κρυβῇ ἐκπορευομένους πυκνότερον ἀποδύρεσθαι τὴν ἀκλεῆ τῶν ἀδελφῶν ταλαιπωρίαν 7 διοργισθεὶς προσέταξεν καὶ τούτοις ὁμοῦ τὸν αὐτὸν τρόπον ἐπιμελῶς ὡς ἐκείνοις ποιῆσαι μὴ λειπομένοις κατὰ μηδένα τρόπον τῆς ἐκείνων τιμωρίας 8 ἀπογραφῆναι δὲ πᾶν τὸ φῦλον ἐξ ὀνόματος οὐκ εἰς τὴν ἔμπροσθεν βραχεῖ προδεδηλωμένην τῶν ἔργων κατάπονον λατρείαν στρεβλωθέντας δὲ ταῖς παρηγγελμέναις αἰκίαις τὸ τέλος ἀφανίσαι μιᾶς ὑπὸ καιρὸν ἡμέρας 9 ἐγίνετο μὲν οὖν ἡ τούτων ἀπογραφὴ μετὰ πικρᾶς σπουδῆς καὶ φιλοτίμου προσεδρείας ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν ἀνήνυτον λαμβάνουσα τὸ τέλος ἐπὶ ἡμέρας τεσσαράκοντα 10 μεγάλως δὲ καὶ διηνεκῶς ὁ βασιλεὺς χαρᾷ πεπληρωμένος συμπόσια ἐπὶ πάντων τῶν εἰδώλων συνιστάμενος πεπλανημένῃ πόρρω τῆς ἀληθείας φρενὶ καὶ βεβήλῳ στόματι τὰ μὲν κωφὰ καὶ μὴ δυνάμενα αὐτοῖς λαλεῖν ἢ ἀρήγειν ἐπαινῶν εἰς δὲ τὸν μέγιστον θεὸν τὰ μὴ καθήκοντα λαλῶν 11 μετὰ δὲ τὸ προειρημένον τοῦ χρόνου διάστημα προσηνέγκαντο οἱ γραμματεῖς τῷ βασιλεῖ μηκέτι ἰσχύειν τὴν τῶν Ιουδαίων ἀπογραφὴν ποιεῖσθαι διὰ τὴν ἀμέτρητον αὐτῶν πληθὺν 12 καίπερ ὄντων ἔτι κατὰ τὴν χώραν τῶν πλειόνων τῶν μὲν κατὰ τὰς οἰκίας ἔτι συνεστηκότων τῶν δὲ καὶ κατὰ τόπον ὡς ἀδυνάτου καθεστῶτος πᾶσιν τοῖς ἐπ’ Αἴγυπτον στρατηγοῖς 13 ἀπειλήσαντος δὲ αὐτοῖς σκληρότερον ὡς δεδωροκοπημένοις εἰς μηχανὴν τῆς ἐκφυγῆς συνέβη σαφῶς αὐτὸν περὶ τούτου πιστωθῆναι 14 λεγόντων μετὰ ἀποδείξεως καὶ τὴν χαρτηρίαν ἤδη καὶ τοὺς γραφικοὺς καλάμους ἐν οἷς ἐχρῶντο ἐκλελοιπέναι 15 τοῦτο δὲ ἦν ἐνέργεια τῆς τοῦ βοηθοῦντος τοῖς Ιουδαίοις ἐξ οὐρανοῦ προνοίας ἀνικήτου 17 τότε προσκαλεσάμενος Ἕρμωνα τὸν πρὸς τῇ τῶν ἐλεφάντων ἐπιμελείᾳ βαρείᾳ μεμεστωμένος ὀργῇ καὶ χόλῳ κατὰ πᾶν ἀμετάθετος 18 ἐκέλευσεν ὑπὸ τὴν ἐπερχομένην ἡμέραν δαψιλέσι δράκεσι λιβανωτοῦ καὶ οἴνῳ πλείονι ἀκράτῳ ἅπαντας τοὺς ἐλέφαντας ποτίσαι ὄντας τὸν ἀριθμὸν πεντακοσίους καὶ ἀγριωθέντας τῇ τοῦ πόματος ἀφθόνῳ χορηγίᾳ εἰσαγαγεῖν πρὸς συνάντησιν τοῦ μόρου τῶν Ιουδαίων 19 ὁ μὲν τάδε προστάσσων ἐτρέπετο πρὸς τὴν εὐωχίαν συναγαγὼν τοὺς μάλιστα τῶν φίλων καὶ τῆς στρατιᾶς ἀπεχθῶς ἔχοντας πρὸς τοὺς Ιουδαίους 20 ὁ δὲ ἐλεφαντάρχης τὸ προσταγὲν ἀραρότως Ἕρμων συνετέλει 21 οἵ τε πρὸς τούτοις λειτουργοὶ κατὰ τὴν ἑσπέραν ἐξιόντες τὰς τῶν ταλαιπωρούντων ἐδέσμευον χεῖρας τήν τε λοιπὴν ἐμηχανῶντο περὶ αὐτοὺς ἀσφάλειαν ἔννυχον δόξαντες ὁμοῦ λήμψεσθαι τὸ φῦλον πέρας τῆς ὀλεθρίας 22 οἱ δὲ πάσης σκέπης ἔρημοι δοκοῦντες εἶναι τοῖς ἔθνεσιν Ιουδαῖοι διὰ τὴν πάντοθεν περιέχουσαν αὐτοὺς μετὰ δεσμῶν ἀνάγκην 23 τὸν παντοκράτορα κύριον καὶ πάσης δυνάμεως δυναστεύοντα ἐλεήμονα θεὸν αὐτῶν καὶ πατέρα δυσκαταπαύστῳ βοῇ πάντες μετὰ δακρύων ἐπεκαλέσαντο δεόμενοι 24 τὴν κατ’ αὐτῶν μεταστρέψαι βουλὴν ἀνοσίαν καὶ ῥύσασθαι αὐτοὺς μετὰ μεγαλομεροῦς ἐπιφανείας ἐκ τοῦ παρὰ πόδας ἐν ἑτοίμῳ μόρου 25 τούτων μὲν οὖν ἐκτενῶς ἡ λιτανεία ἀνέβαινεν εἰς τὸν οὐρανόν 26 ὁ δὲ Ἕρμων τοὺς ἀνηλεεῖς ἐλέφαντας ποτίσας πεπληρωμένους τῆς τοῦ οἴνου πολλῆς χορηγίας καὶ τοῦ λιβάνου μεμεστωμένους ὄρθριος ἐπὶ τὴν αὐλὴν παρῆν περὶ τούτων προσαγγεῖλαι τῷ βασιλεῖ 27 τὸ δὲ ἀπ’ αἰῶνος χρόνου κτίσμα καλὸν ἐν νυκτὶ καὶ ἡμέρᾳ ἐπιβαλλόμενον ὑπὸ τοῦ χαριζομένου πᾶσιν οἷς ἂν αὐτὸς θελήσῃ ὕπνου μέρος ἀπέστειλεν εἰς τὸν βασιλέα 28 καὶ ἡδίστῳ καὶ βαθεῖ κατεσχέθη τῇ ἐνεργείᾳ τοῦ δεσπότου τῆς ἀθέσμου μὲν προθέσεως πολὺ διεσφαλμένος τοῦ δὲ ἀμεταθέτου λογισμοῦ μεγάλως διεψευσμένος 29 οἵ τε Ιουδαῖοι τὴν προσημανθεῖσαν ὥραν διαφυγόντες τὸν ἅγιον ᾔνουν θεὸν αὐτῶν καὶ πάλιν ἠξίουν τὸν εὐκατάλλακτον δεῖξαι μεγαλοσθενοῦς ἑαυτοῦ χειρὸς κράτος ἔθνεσιν ὑπερηφάνοις 30 μεσούσης δὲ ἤδη δεκάτης ὥρας σχεδὸν ὁ πρὸς ταῖς κλήσεσιν τεταγμένος ἀθρόους τοὺς κλητοὺς ἰδὼν ἔνυξεν προσελθὼν τὸν βασιλέα 31 καὶ μόλις διεγείρας ὑπέδειξε τὸν τῆς συμποσίας καιρὸν ἤδη παρατρέχοντα τὸν περὶ τούτων λόγον ποιούμενος