Psalms 111

Psalms chapter 111 from the Septuagint, Morphologically Tagged Rahlfs'

1 οἱ δὲ Ιουδαῖοι κατὰ τὸν ἀμερῆ ψυχουλκούμενοι χρόνον πολύδακρυν ἱκετείαν ἐν μέλεσιν γοεροῖς τείνοντες τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐδέοντο τοῦ μεγίστου θεοῦ πάλιν αὐτοῖς βοηθῆσαι συντόμως 2 οὔπω δὲ ἡλίου βολαὶ κατεσπείροντο καὶ τοῦ βασιλέως τοὺς φίλους ἐκδεχομένου ὁ Ἕρμων παραστὰς ἐκάλει πρὸς τὴν ἔξοδον ὑποδεικνύων τὸ πρόθυμον τοῦ βασιλέως ἐν ἑτοίμῳ κεῖσθαι 3 τοῦ δὲ ἀποδεξαμένου καὶ καταπλαγέντος ἐπὶ τῇ παρανόμῳ ἐξόδῳ κατὰ πᾶν ἀγνωσίᾳ κεκρατημένος ἐπυνθάνετο τί τὸ πρᾶγμα ἐφ’ οὗ τοῦτο αὐτῷ μετὰ σπουδῆς τετέλεσται 4 τοῦτο δὲ ἦν ἡ ἐνέργεια τοῦ πάντα δεσποτεύοντος θεοῦ τῶν πρὶν αὐτῷ μεμηχανημένων λήθην κατὰ διάνοιαν ἐντεθεικότος 5 ὑπεδείκνυεν ὁ Ἕρμων καὶ πάντες οἱ φίλοι τὰ θηρία καὶ τὰς δυνάμεις ἡτοιμάσθαι βασιλεῦ κατὰ τὴν σὴν ἐκτενῆ πρόθεσιν 6 ὁ δὲ ἐπὶ τοῖς ῥηθεῖσιν πληρωθεὶς βαρεῖ χόλῳ διὰ τὸ περὶ τούτων προνοίᾳ θεοῦ διεσκεδάσθαι πᾶν αὐτοῦ τὸ νόημα ἐνατενίσας μετὰ ἀπειλῆς εἶπεν 7 ὅσοι γονεῖς παρῆσαν ἢ παίδων γόνοι τήνδε θηρσὶν ἀγρίοις ἐσκεύασα ἂν δαψιλῆ θοῖναν ἀντὶ τῶν ἀνεγκλήτων ἐμοὶ καὶ προγόνοις ἐμοῖς ἀποδεδειγμένων ὁλοσχερῆ βεβαίαν πίστιν ἐξόχως Ιουδαίων 8 καίπερ εἰ μὴ διὰ τὴν τῆς συντροφίας στοργὴν καὶ τῆς χρείας τὸ ζῆν ἀντὶ τούτων ἐστερήθης 9 οὕτως ὁ Ἕρμων ἀπροσδόκητον ἐπικίνδυνον ὑπήνεγκεν ἀπειλὴν καὶ τῇ ὁράσει καὶ τῷ προσώπῳ συνεστάλη 10 ὁ καθεῖς δὲ τῶν φίλων σκυθρωπῶς ὑπεκρέων τοὺς συνηθροισμένους ἀπέλυσαν ἕκαστον ἐπὶ τὴν ἰδίαν ἀσχολίαν