Psalms 116

Psalms chapter 116 from the Septuagint, Morphologically Tagged Rahlfs'

1 ὡσαύτως δὲ καὶ ὁ βασιλεὺς περὶ τούτων συμπόσιον βαρὺ συναγαγὼν ἀδιαλείπτως εἰς οὐρανὸν ἀνθωμολογεῖτο μεγαλομερῶς ἐπὶ τῇ παραδόξῳ γενηθείσῃ αὐτῷ σωτηρίᾳ 2 οἵ τε πρὶν εἰς ὄλεθρον καὶ οἰωνοβρώτους αὐτοὺς ἔσεσθαι τιθέμενοι καὶ μετὰ χαρᾶς ἀπογραψάμενοι κατεστέναξαν αἰσχύνην ἐφ’ ἑαυτοῖς περιβαλόμενοι καὶ τὴν πυρόπνουν τόλμαν ἀκλεῶς ἐσβεσμένοι 3 οἵ τε Ιουδαῖοι καθὼς προειρήκαμεν συστησάμενοι τὸν προειρημένον χορὸν μετ’ εὐωχίας ἐν ἐξομολογήσεσιν ἱλαραῖς καὶ ψαλμοῖς διῆγον 4 καὶ κοινὸν ὁρισάμενοι περὶ τούτων θεσμὸν ἐπὶ πᾶσαν τὴν παροικίαν αὐτῶν εἰς γενεὰς τὰς προειρημένας ἡμέρας ἄγειν ἔστησαν εὐφροσύνους οὐ πότου χάριν καὶ λιχνείας σωτηρίας δὲ τῆς διὰ θεὸν γενομένης αὐτοῖς 5 ἐνέτυχον δὲ τῷ βασιλεῖ τὴν ἀπόλυσιν αὐτῶν εἰς τὰ ἴδια αἰτούμενοι 6 ἀπογράφονται δὲ αὐτοὺς ἀπὸ πέμπτης καὶ εἰκάδος τοῦ Παχων ἕως τῆς τετάρτης τοῦ Επιφι ἐπὶ ἡμέρας τεσσαράκοντα συνίστανται δὲ αὐτῶν τὴν ἀπώλειαν ἀπὸ πέμπτης τοῦ Επιφι ἕως ἑβδόμης ἡμέραις τρισίν 7 ἐν αἷς καὶ μεγαλοδόξως ἐπιφάνας τὸ ἔλεος αὐτοῦ ὁ τῶν πάντων δυνάστης ἀπταίστους αὐτοὺς ἐρρύσατο ὁμοθυμαδόν 8 εὐωχοῦντο δὲ πάνθ’ ὑπὸ τοῦ βασιλέως χορηγούμενοι μέχρι τῆς τεσσαρεσκαιδεκάτης ἐν ᾗ καὶ τὴν ἐντυχίαν ἐποιήσαντο περὶ τῆς ἀπολύσεως αὐτῶν 9 συναινέσας δὲ αὐτοῖς ὁ βασιλεὺς ἔγραψεν αὐτοῖς τὴν ὑπογεγραμμένην ἐπιστολὴν πρὸς τοὺς κατὰ πόλιν στρατηγοὺς μεγαλοψύχως τὴν ἐκτενίαν ἔχουσαν 11 βασιλεὺς Πτολεμαῖος Φιλοπάτωρ τοῖς κατ’ Αἴγυπτον στρατηγοῖς καὶ πᾶσιν τοῖς τεταγμένοις ἐπὶ πραγμάτων χαίρειν καὶ ἐρρῶσθαι 12 ἐρρώμεθα δὲ καὶ αὐτοὶ καὶ τὰ τέκνα ἡμῶν κατευθύναντος ἡμῖν τοῦ μεγάλου θεοῦ τὰ πράγματα καθὼς προαιρούμεθα 13 τῶν φίλων τινὲς κατὰ κακοήθειαν πυκνότερον ἡμῖν παρακείμενοι συνέπεισαν ἡμᾶς εἰς τὸ τοὺς ὑπὸ τὴν βασιλείαν Ιουδαίους συναθροίσαντας σύστημα κολάσασθαι ξενιζούσαις ἀποστατῶν τιμωρίαις 14 προφερόμενοι μηδέποτε εὐσταθήσειν τὰ πράγματα ἡμῶν δῑ ἣν ἔχουσιν οὗτοι πρὸς πάντα τὰ ἔθνη δυσμένειαν μέχρι ἂν συντελεσθῇ τοῦτο 15 οἳ καὶ δεσμίους καταγαγόντες αὐτοὺς μετὰ σκυλμῶν ὡς ἀνδράποδα μᾶλλον δὲ ὡς ἐπιβούλους ἄνευ πάσης ἀνακρίσεως καὶ ἐξετάσεως ἐπεχείρησαν ἀνελεῖν νόμου Σκυθῶν ἀγριωτέραν ἐμπεπορπημένοι ὠμότητα 16 ἡμεῖς δὲ ἐπὶ τούτοις σκληρότερον διαπειλησάμενοι καθ’ ἣν ἔχομεν πρὸς ἅπαντας ἀνθρώπους ἐπιείκειαν μόγις τὸ ζῆν αὐτοῖς χαρισάμενοι καὶ τὸν ἐπουράνιον θεὸν ἐγνωκότες ἀσφαλῶς ὑπερησπικότα τῶν Ιουδαίων ὡς πατέρα ὑπὲρ υἱῶν διὰ παντὸς συμμαχοῦντα 17 τήν τε τοῦ φίλου ἣν ἔχουσιν βεβαίαν πρὸς ἡμᾶς καὶ τοὺς προγόνους ἡμῶν εὔνοιαν ἀναλογισάμενοι δικαίως ἀπολελύκαμεν πάσης καθ’ ὁντινοῦν αἰτίας τρόπον 18 καὶ προστετάχαμεν ἑκάστῳ πάντας εἰς τὰ ἴδια ἐπιστρέφειν ἐν παντὶ τόπῳ μηθενὸς αὐτοὺς τὸ σύνολον καταβλάπτοντος μήτε ὀνειδίζειν περὶ τῶν γεγενημένων παρὰ λόγον 19 γινώσκετε γὰρ ὅτι κατὰ τούτων ἐάν τι κακοτεχνήσωμεν πονηρὸν ἢ ἐπιλυπήσωμεν αὐτοὺς τὸ σύνολον οὐκ ἄνθρωπον ἀλλὰ τὸν πάσης δεσπόζοντα δυνάμεως θεὸν ὕψιστον ἀντικείμενον ἡμῖν ἐπ’ ἐκδικήσει τῶν πραγμάτων κατὰ πᾶν ἀφεύκτως διὰ παντὸς ἕξομεν ἔρρωσθε