Psalms 12
Psalms chapter 12 from the Septuagint, Morphologically Tagged Rahlfs'
1 καὶ εὐδόκησαν οὕτως καὶ εἶπεν πρὸς Τωβιαν ἕτοιμος γίνου πρὸς τὴν ὁδόν καὶ εὐοδωθείητε καὶ ἡτοίμασεν ὁ υἱὸς αὐτοῦ τὰ πρὸς τὴν ὁδόν καὶ εἶπεν αὐτῷ ὁ πατὴρ αὐτοῦ πορεύου μετὰ τοῦ ἀνθρώπου ὁ δὲ ἐν τῷ οὐρανῷ οἰκῶν θεὸς εὐοδώσει τὴν ὁδὸν ὑμῶν καὶ ὁ ἄγγελος αὐτοῦ συμπορευθήτω ὑμῖν καὶ ἐξῆλθαν ἀμφότεροι ἀπελθεῖν καὶ ὁ κύων τοῦ παιδαρίου μετ’ αὐτῶν καὶ εἶπεν αὐτῷ ὅτι πορεύσομαι μετ’ αὐτοῦ καὶ μὴ φοβηθῇς ὑγιαίνοντες ἀπελευσόμεθα καὶ ὑγιαίνοντες ἐπιστρέψομεν πρὸς σέ διότι ἡ ὁδὸς ἀσφαλής καὶ εἶπεν αὐτῷ εὐλογία σοι γένοιτο ἄδελφε καὶ ἐκάλεσεν τὸν υἱὸν αὐτοῦ καὶ εἶπεν αὐτῷ παιδίον ἑτοίμασον τὰ πρὸς τὴν ὁδὸν καὶ ἔξελθε μετὰ τοῦ ἀδελφοῦ σου καὶ ὁ θεὸς ὁ ἐν τῷ οὐρανῷ διασώσαι ὑμᾶς ἐκεῖ καὶ ἀποκαταστήσαι ὑμᾶς πρὸς ἐμὲ ὑγιαίνοντας καὶ ὁ ἄγγελος αὐτοῦ συνοδεύσαι ὑμῖν μετὰ σωτηρίας παιδίον καὶ ἐξῆλθεν πορευθῆναι τὴν ὁδὸν αὐτοῦ καὶ ἐφίλησεν τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ εἶπεν αὐτῷ Τωβιθ πορεύου ὑγιαίνων 2 ἔκλαυσεν δὲ Αννα ἡ μήτηρ αὐτοῦ καὶ εἶπεν πρὸς Τωβιτ τί ἐξαπέστειλας τὸ παιδίον ἡμῶν ἢ οὐχὶ ἡ ῥάβδος τῆς χειρὸς ἡμῶν ἐστιν ἐν τῷ εἰσπορεύεσθαι αὐτὸν καὶ ἐκπορεύεσθαι ἐνώπιον ἡμῶν καὶ ἔκλαυσεν ἡ μήτηρ αὐτοῦ καὶ εἶπεν πρὸς Τωβιθ τί ὅτι ἀπέστειλας τὸ παιδίον μου οὐχὶ αὐτὸς ῥάβδος τῆς χειρὸς ἡμῶν ἐστιν καὶ αὐτὸς εἰσπορεύεται καὶ ἐκπορεύεται ἐνώπιον ἡμῶν 3 ἀργύριον τῷ ἀργυρίῳ μὴ φθάσαι ἀλλὰ περίψημα τοῦ παιδίου ἡμῶν γένοιτο ἀργύριον τῷ ἀργυρίῳ μὴ φθάσαι ἀλλὰ περίψημα τοῦ παιδίου ἡμῶν γένοιτο 4 ὡς γὰρ δέδοται ἡμῖν ζῆν παρὰ τοῦ κυρίου τοῦτο ἱκανὸν ἡμῖν ὑπάρχει ὡς δέδοται ζῆν ἡμῖν παρὰ τοῦ κυρίου τοῦτο ἱκανὸν ἡμῖν 5 καὶ εἶπεν αὐτῇ Τωβιτ μὴ λόγον ἔχε ἀδελφή ὑγιαίνων ἐλεύσεται καὶ οἱ ὀφθαλμοί σου ὄψονται αὐτόν καὶ εἶπεν αὐτῇ μὴ λόγον ἔχε ὑγιαίνων πορεύσεται τὸ παιδίον ἡμῶν καὶ ὑγιαίνων ἐλεύσεται πρὸς ἡμᾶς καὶ οἱ ὀφθαλμοί σου ὄψονται ἐν τῇ ἡμέρᾳ ᾗ ἂν ἔλθῃ πρὸς σὲ ὑγιαίνων 6 ἄγγελος γὰρ ἀγαθὸς συμπορεύσεται αὐτῷ καὶ εὐοδωθήσεται ἡ ὁδὸς αὐτοῦ καὶ ὑποστρέψει ὑγιαίνων μὴ λόγον ἔχε μὴ φοβοῦ περὶ αὐτῶν ἀδελφή ἄγγελος γὰρ ἀγαθὸς συνελεύσεται αὐτῷ καὶ εὐοδωθήσεται ἡ ὁδὸς αὐτοῦ καὶ ὑποστρέψει ὑγιαίνων 7 καὶ ἐπαύσατο κλαίουσα καὶ ἐσίγησεν κλαίουσα