Psalms 122

Psalms chapter 122 from the Septuagint, Morphologically Tagged Rahlfs'

1 ἐπειδὴ γὰρ κατὰ τὴν πρώτην πεῖραν ἐνικήθη περιφανῶς ὁ τύραννος μὴ δυνηθεὶς ἀναγκάσαι γέροντα μιαροφαγῆσαι τότε δὴ σφόδρα περιπαθῶς ἐκέλευσεν ἄλλους ἐκ τῆς λείας τῶν Εβραίων ἀγαγεῖν καὶ εἰ μὲν μιαροφαγήσαιεν ἀπολύειν φαγόντας εἰ δ’ ἀντιλέγοιεν πικρότερον βασανίζειν 2 ταῦτα διαταξαμένου τοῦ τυράννου παρῆσαν ἀγόμενοι μετὰ γεραιᾶς μητρὸς ἑπτὰ ἀδελφοὶ καλοί τε καὶ αἰδήμονες καὶ γενναῖοι καὶ ἐν παντὶ χαρίεντες 3 οὓς ἰδὼν ὁ τύραννος καθάπερ ἐν χορῷ μέσην τὴν μητέρα περιέχοντας ἥσθετο ἐπ’ αὐτοῖς καὶ τῆς εὐπρεπείας ἐκπλαγεὶς καὶ τῆς εὐγενείας προσεμειδίασεν αὐτοῖς καὶ πλησίον καλέσας ἔφη 4 ὦ νεανίαι φιλοφρόνως ἐγὼ καθ’ ἑνὸς ἑκάστου ὑμῶν θαυμάζω τὸ κάλλος καὶ τὸ πλῆθος τοσούτων ἀδελφῶν ὑπερτιμῶν οὐ μόνον συμβουλεύω μὴ μανῆναι τὴν αὐτὴν τῷ προβασανισθέντι γέροντι μανίαν ἀλλὰ καὶ παρακαλῶ συνείξαντάς μοι τῆς ἐμῆς ἀπολαύειν φιλίας 5 δυναίμην δ’ ἂν ὥσπερ κολάζειν τοὺς ἀπειθοῦντάς μου τοῖς ἐπιτάγμασιν οὕτω καὶ εὐεργετεῖν τοὺς εὐπειθοῦντάς μοι 6 πιστεύσατε οὖν καὶ ἀρχὰς ἐπὶ τῶν ἐμῶν πραγμάτων ἡγεμονικὰς λήμψεσθε ἀρνησάμενοι τὸν πάτριον ὑμῶν τῆς πολιτείας θεσμόν 7 καὶ μεταλαβόντες Ἑλληνικοῦ βίου καὶ μεταδιαιτηθέντες ἐντρυφήσατε ταῖς νεότησιν ὑμῶν 8 ἐπεί ἐὰν ὀργίλως με διάθησθε διὰ τῆς ἀπειθείας ἀναγκάσετέ με ἐπὶ δειναῖς κολάσεσιν ἕνα ἕκαστον ὑμῶν διὰ τῶν βασάνων ἀπολέσαι 9 κατελεήσατε οὖν ἑαυτούς οὓς καὶ ὁ πολέμιος ἔγωγε καὶ τῆς ἡλικίας καὶ τῆς εὐμορφίας οἰκτίρομαι