Psalms 123

Psalms chapter 123 from the Septuagint, Morphologically Tagged Rahlfs'

1 ταῦτα δὲ λέγων ἐκέλευσεν εἰς τὸ ἔμπροσθεν τιθέναι τὰ βασανιστήρια ὅπως καὶ διὰ τοῦ φόβου πείσειεν αὐτοὺς μιαροφαγῆσαι 2 ὡς δὲ τροχούς τε καὶ ἀρθρέμβολα στρεβλωτήριά τε καὶ τροχαντῆρας καὶ καταπέλτας καὶ λέβητας τήγανά τε καὶ δακτυλήθρας καὶ χεῖρας σιδηρᾶς καὶ σφῆνας καὶ τὰ ζώπυρα τοῦ πυρὸς οἱ δορυφόροι προέθεσαν ὑπολαβὼν ὁ τύραννος ἔφη 3 μειράκια φοβήθητε καὶ ἣν σέβεσθε δίκην ἵλεως ὑμῖν ἔσται δῑ ἀνάγκην παρανομήσασιν 4 οἱ δὲ ἀκούσαντες ἐπαγωγὰ καὶ ὁρῶντες δεινὰ οὐ μόνον οὐκ ἐφοβήθησαν ἀλλὰ καὶ ἀντεφιλοσόφησαν τῷ τυράννῳ καὶ διὰ τῆς εὐλογιστίας τὴν τυραννίδα αὐτοῦ κατέλυσαν