Psalms 129

Psalms chapter 129 from the Septuagint, Morphologically Tagged Rahlfs'

1 ἀλλ’ ὥσπερ ἐν πυρὶ μετασχηματιζόμενος εἰς ἀφθαρσίαν ὑπέμεινεν εὐγενῶς τὰς στρέβλας 2 μιμήσασθέ με ἀδελφοί λέγων μή μου τὸν ἀγῶνα λειποτακτήσητε μηδὲ ἐξομόσησθέ μου τὴν τῆς εὐψυχίας ἀδελφότητα 3 ἱερὰν καὶ εὐγενῆ στρατείαν στρατεύσασθε περὶ τῆς εὐσεβείας δῑ ἧς ἵλεως ἡ δικαία καὶ πάτριος ἡμῶν πρόνοια τῷ ἔθνει γενηθεῖσα τιμωρήσειεν τὸν ἀλάστορα τύραννον 4 καὶ ταῦτα εἰπὼν ὁ ἱεροπρεπὴς νεανίας ἀπέρρηξεν τὴν ψυχήν 5 θαυμασάντων δὲ πάντων τὴν καρτεροψυχίαν αὐτοῦ ἦγον οἱ δορυφόροι τὸν καθ’ ἡλικίαν τοῦ προτέρου δεύτερον καὶ σιδηρᾶς ἐναρμοσάμενοι χεῖρας ὀξέσι τοῖς ὄνυξιν ὀργάνῳ καὶ καταπέλτῃ προσέδησαν αὐτόν 6 ὡς δ’ εἰ φαγεῖν βούλοιτο πρὶν βασανίζεσθαι πυνθανόμενοι τὴν εὐγενῆ γνώμην ἤκουσαν 7 ἀπὸ τῶν τενόντων ταῖς σιδηραῖς χερσὶν ἐπισπασάμενοι μέχρι τῶν γενείων τὴν σάρκα πᾶσαν καὶ τὴν τῆς κεφαλῆς δορὰν οἱ παρδάλεοι θῆρες ἀπέσυρον ὁ δὲ ταύτην βαρέως τὴν ἀλγηδόνα καρτερῶν ἔλεγεν 8 ὡς ἡδὺς πᾶς θανάτου τρόπος διὰ τὴν πάτριον ἡμῶν εὐσέβειαν ἔφη τε πρὸς τὸν τύραννον