Psalms 132
Psalms chapter 132 from the Septuagint, Morphologically Tagged Rahlfs'
1 σὺ δὲ διὰ τὴν ἀσέβειαν καὶ μιαιφονίαν ἀκαταλύτους καρτερήσεις βασάνους 2 καὶ τούτου θανόντος ἀδελφοπρεπῶς τὸν τέταρτον ἐπεσπῶντο λέγοντες 3 μὴ μανῇς καὶ σὺ τοῖς ἀδελφοῖς σου τὴν αὐτὴν μανίαν ἀλλὰ πεισθεὶς τῷ βασιλεῖ σῷζε σεαυτόν 4 ὁ δὲ αὐτοῖς ἔφη οὐχ οὕτως καυστικώτερον ἔχετε κατ’ ἐμοῦ τὸ πῦρ ὥστε με δειλανδρῆσαι 5 μὰ τὸν μακάριον τῶν ἀδελφῶν μου θάνατον καὶ τὸν αἰώνιον τοῦ τυράννου ὄλεθρον καὶ τὸν ἀΐδιον τῶν εὐσεβῶν βίον οὐκ ἀρνήσομαι τὴν εὐγενῆ ἀδελφότητα 6 ἐπινόει τύραννε βασάνους ἵνα καὶ δῑ αὐτῶν μάθῃς ὅτι ἀδελφός εἰμι τῶν προβασανισθέντων 7 ταῦτα ἀκούσας ὁ αἱμοβόρος καὶ φονώδης καὶ παμμιαρώτατος Ἀντίοχος ἐκέλευσεν τὴν γλῶτταν αὐτοῦ ἐκτεμεῖν 8 ὁ δὲ ἔφη κἂν ἀφέλῃς τὸ τῆς φωνῆς ὄργανον καὶ σιωπώντων ἀκούει ὁ θεός 9 ἰδοὺ προκεχάλασται ἡ γλῶσσα τέμνε οὐ γὰρ παρὰ τοῦτο τὸν λογισμὸν ἡμῶν γλωττοτομήσεις 10 ἡδέως ὑπὲρ τοῦ θεοῦ τὰ τοῦ σώματος μέλη ἀκρωτηριαζόμεθα 11 σὲ δὲ ταχέως μετελεύσεται ὁ θεός τὴν γὰρ τῶν θείων ὕμνων μελῳδὸν γλῶτταν ἐκτέμνεις 13 ὡς δὲ καὶ οὗτος ταῖς βασάνοις καταικισθεὶς ἐναπέθανεν ὁ πέμπτος παρεπήδησεν λέγων 14 οὐ μέλλω τύραννε πρὸς τὸν ὑπὲρ τῆς ἀρετῆς βασανισμὸν παραιτεῖσθαι 15 αὐτὸς δ’ ἀπ’ ἐμαυτοῦ παρῆλθον ὅπως κἀμὲ κατακτείνας περὶ πλειόνων ἀδικημάτων ὀφειλήσῃς τῇ οὐρανίῳ δίκῃ τιμωρίαν 16 ὦ μισάρετε καὶ μισάνθρωπε τί δράσαντας ἡμᾶς τοῦτον πορθεῖς τὸν τρόπον 17 ὅτι τὸν πάντων κτίστην εὐσεβοῦμεν καὶ κατὰ τὸν ἐνάρετον αὐτοῦ ζῶμεν νόμον 18 ἀλλὰ ταῦτα τιμῶν οὐ βασάνων ἐστὶν ἄξια