Psalms 14
Psalms chapter 14 from the Septuagint, Morphologically Tagged Rahlfs'
1 ἡ δὲ χολή ἐγχρῖσαι ἄνθρωπον ὃς ἔχει λευκώματα ἐν τοῖς ὀφθαλμοῖς καὶ ἰαθήσεται καὶ ἡ χολή ἐγχρῖσαι ἀνθρώπου ὀφθαλμούς οὗ λευκώματα ἀνέβησαν ἐπ’ αὐτῶν ἐμφυσῆσαι ἐπ’ αὐτοὺς ἐπὶ τῶν λευκωμάτων καὶ ὑγιαίνουσιν 2 ὡς δὲ προσήγγισαν τῇ Ραγη καὶ ὅτε εἰσῆλθεν εἰς Μηδίαν καὶ ἤδη ἤγγιζεν εἰς Ἐκβάτανα 3 εἶπεν ὁ ἄγγελος τῷ παιδαρίῳ ἄδελφε σήμερον αὐλισθησόμεθα παρὰ Ραγουηλ καὶ αὐτὸς συγγενής σού ἐστιν καὶ ἔστιν αὐτῷ θυγάτηρ μονογενὴς ὀνόματι Σαρρα λέγει Ραφαηλ τῷ παιδαρίῳ Τωβια ἄδελφε καὶ εἶπεν αὐτῷ ἰδοὺ ἐγώ καὶ εἶπεν αὐτῷ ἐν τοῖς Ραγουήλου τὴν νύκτα ταύτην δεῖ ἡμᾶς αὐλισθῆναι καὶ ὁ ἄνθρωπος συγγενής σού ἐστιν καὶ ἔστιν αὐτῷ θυγάτηρ ᾗ ὄνομα Σαρρα 4 λαλήσω περὶ αὐτῆς τοῦ δοθῆναί σοι αὐτὴν εἰς γυναῖκα ὅτι σοὶ ἐπιβάλλει ἡ κληρονομία αὐτῆς καὶ σὺ μόνος εἶ ἐκ τοῦ γένους αὐτῆς καὶ τὸ κοράσιον καλὸν καὶ φρόνιμόν ἐστιν καὶ υἱὸς ἄρσην οὐδὲ θυγάτηρ ὑπάρχει αὐτῷ πλὴν Σαρρας μόνης καὶ σὺ ἔγγιστα αὐτῆς εἶ παρὰ πάντας ἀνθρώπους κληρονομῆσαι αὐτήν καὶ τὰ ὄντα τῷ πατρὶ αὐτῆς σοὶ δικαιοῦται κληρονομῆσαι καὶ τὸ κοράσιον φρόνιμον καὶ ἀνδρεῖον καὶ καλὸν λίαν καὶ ὁ πατὴρ αὐτῆς καλός 5 καὶ νῦν ἄκουσόν μου καὶ λαλήσω τῷ πατρὶ αὐτῆς καὶ ὅταν ὑποστρέψωμεν ἐκ Ῥάγων ποιήσομεν τὸν γάμον διότι ἐπίσταμαι Ραγουηλ ὅτι οὐ μὴ δῷ αὐτὴν ἀνδρὶ ἑτέρῳ κατὰ τὸν νόμον Μωυσῆ ἢ ὀφειλέσει θάνατον ὅτι τὴν κληρονομίαν σοὶ καθήκει λαβεῖν ἢ πάντα ἄνθρωπον καὶ εἶπεν δεδικαίωταί σοι λαβεῖν αὐτήν καὶ ἄκουσόν μου ἄδελφε καὶ λαλήσω τῷ πατρὶ περὶ τοῦ κορασίου τὴν νύκτα ταύτην ἵνα λημψόμεθά σοι αὐτὴν νύμφην καὶ ὅταν ἐπιστρέψωμεν ἐκ Ῥάγων ποιήσομεν τὸν γάμον αὐτῆς καὶ ἐπίσταμαι ὅτι οὐ μὴ δυνηθῇ Ραγουηλ κωλῦσαι αὐτὴν ἀπὸ σοῦ ἢ ἐγγυᾶσθαι ἑτέρῳ ὀφειλήσειν θάνατον κατὰ τὴν κρίσιν τῆς βίβλου Μωυσέως διὰ τὸ γινώσκειν ὅτι σοὶ κληρονομία καθήκει λαβεῖν τὴν θυγατέρα αὐτοῦ παρὰ πάντα ἄνθρωπον καὶ νῦν ἄκουσόν μου ἄδελφε καὶ λαλήσομεν περὶ τοῦ κορασίου τὴν νύκτα ταύτην καὶ μνηστευσόμεθά σοι αὐτήν καὶ ὅταν ἐπιστρέψωμεν ἐκ Ῥάγων λημψόμεθα αὐτὴν καὶ ἀπάξομεν αὐτὴν μεθ’ ἡμῶν εἰς τὸν οἶκόν σου 6 τότε εἶπεν τὸ παιδάριον τῷ ἀγγέλῳ Αζαρια ἄδελφε ἀκήκοα ἐγὼ τὸ κοράσιον δεδόσθαι ἑπτὰ ἀνδράσιν καὶ πάντας ἐν τῷ νυμφῶνι ἀπολωλότας τότε ἀποκριθεὶς Τωβιας εἶπεν τῷ Ραφαηλ Αζαρια ἄδελφε ἤκουσα ὅτι ἑπτὰ ἤδη ἐδόθη ἀνδράσιν καὶ ἀπέθανον ἐν τοῖς νυμφῶσιν αὐτῶν τὴν νύκτα ὁπότε εἰσεπορεύοντο πρὸς αὐτήν καὶ ἀπέθνῃσκον καὶ ἤκουσα λεγόντων αὐτῶν ὅτι δαιμόνιον ἀποκτέννει αὐτούς 7 καὶ νῦν ἐγὼ μόνος εἰμὶ τῷ πατρὶ καὶ φοβοῦμαι μὴ εἰσελθὼν ἀποθάνω καθὼς καὶ οἱ πρότεροι ὅτι δαιμόνιον φιλεῖ αὐτήν ὃ οὐκ ἀδικεῖ οὐδένα πλὴν τῶν προσαγόντων αὐτῇ καὶ νῦν ἐγὼ φοβοῦμαι μὴ ἀποθάνω καὶ κατάξω τὴν ζωὴν τοῦ πατρός μου καὶ τῆς μητρός μου μετ’ ὀδύνης ἐπ’ ἐμοὶ εἰς τὸν τάφον αὐτῶν καὶ υἱὸς ἕτερος οὐχ ὑπάρχει αὐτοῖς ὃς θάψει αὐτούς καὶ νῦν φοβοῦμαι ἐγώ ὅτι αὐτὴν οὐκ ἀδικεῖ ἀλλ’ ὃς ἂν θελήσῃ ἐγγίσαι αὐτῆς ἀποκτέννει αὐτόν μονογενής εἰμι τῷ πατρί μου μὴ ἀποθάνω καὶ κατάξω τὴν ζωὴν τοῦ πατρός μου καὶ τῆς μητρός μου μετ’ ὀδύνης ἐπ’ ἐμοὶ εἰς τὸν τάφον αὐτῶν καὶ υἱὸς ἕτερος οὐχ ὑπάρχει αὐτοῖς ἵνα θάψῃ αὐτούς