Psalms 145
Psalms chapter 145 from the Septuagint, Morphologically Tagged Rahlfs'
1 ὁ τύραννος ἀντηγωνίζετο ὁ δὲ κόσμος καὶ ὁ τῶν ἀνθρώπων βίος ἐθεώρει 2 θεοσέβεια δὲ ἐνίκα τοὺς ἑαυτῆς ἀθλητὰς στεφανοῦσα 3 τίνες οὐκ ἐθαύμασαν τοὺς τῆς θείας νομοθεσίας ἀθλητάς τίνες οὐκ ἐξεπλάγησαν 4 αὐτός γέ τοι ὁ τύραννος καὶ ὅλον τὸ συμβούλιον ἐθαύμασαν αὐτῶν τὴν ὑπομονήν 5 δῑ ἣν καὶ τῷ θείῳ νῦν παρεστήκασιν θρόνῳ καὶ τὸν μακάριον βιοῦσιν αἰῶνα 6 καὶ γάρ φησιν ὁ Μωυσῆς καὶ πάντες οἱ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σου 7 καὶ οὗτοι οὖν ἁγιασθέντες διὰ θεὸν τετίμηνται οὐ μόνον ταύτῃ τῇ τιμῇ ἀλλὰ καὶ τῷ δῑ αὐτοὺς τὸ ἔθνος ἡμῶν τοὺς πολεμίους μὴ ἐπικρατῆσαι 8 καὶ τὸν τύραννον τιμωρηθῆναι καὶ τὴν πατρίδα καθαρισθῆναι ὥσπερ ἀντίψυχον γεγονότας τῆς τοῦ ἔθνους ἁμαρτίας 9 καὶ διὰ τοῦ αἵματος τῶν εὐσεβῶν ἐκείνων καὶ τοῦ ἱλαστηρίου τοῦ θανάτου αὐτῶν ἡ θεία πρόνοια τὸν Ισραηλ προκακωθέντα διέσωσεν 10 πρὸς γὰρ τὴν ἀνδρείαν αὐτῶν τῆς ἀρετῆς καὶ τὴν ἐπὶ ταῖς βασάνοις αὐτῶν ὑπομονὴν ὁ τύραννος ἀπιδὼν ἀνεκήρυξεν ὁ Ἀντίοχος τοῖς στρατιώταις αὐτοῦ εἰς ὑπόδειγμα τὴν ἐκείνων ὑπομονὴν 11 ἔσχεν τε αὐτοὺς γενναίους καὶ ἀνδρείους εἰς πεζομαχίαν καὶ πολιορκίαν καὶ ἐκπορθήσας ἐνίκησεν πάντας τοὺς πολεμίους 13 ὦ τῶν Αβραμιαίων σπερμάτων ἀπόγονοι παῖδες Ισραηλῖται πείθεσθε τῷ νόμῳ τούτῳ καὶ πάντα τρόπον εὐσεβεῖτε 14 γινώσκοντες ὅτι τῶν παθῶν ἐστιν δεσπότης ὁ εὐσεβὴς λογισμὸς καὶ οὐ μόνον τῶν ἔνδοθεν ἀλλὰ καὶ τῶν ἔξωθεν πόνων 15 ἀνθ’ ὧν διὰ τὴν εὐσέβειαν προέμενοι τὰ σώματα τοῖς πόνοις ἐκεῖνοι οὐ μόνον ὑπὸ τῶν ἀνθρώπων ἐθαυμάσθησαν ἀλλὰ καὶ θείας μερίδος κατηξιώθησαν 16 καὶ δῑ αὐτοὺς εἰρήνευσεν τὸ ἔθνος καὶ τὴν εὐνομίαν τὴν ἐπὶ τῆς πατρίδος ἀνανεωσάμενοι ἐκπεπόρθηκαν τοὺς πολεμίους 17 καὶ ὁ τύραννος Ἀντίοχος καὶ ἐπὶ γῆς τετιμώρηται καὶ ἀποθανὼν κολάζεται ὡς γὰρ οὐδὲν οὐδαμῶς ἴσχυσεν ἀναγκάσαι τοὺς Ιεροσολυμίτας ἀλλοφυλῆσαι καὶ τῶν πατρίων ἐθῶν ἐκδιαιτηθῆναι τότε ἀπάρας ἀπὸ τῶν Ιεροσολύμων ἐστράτευσεν ἐπὶ Πέρσας 18 ἔλεγεν δὲ ἡ μήτηρ τῶν ἑπτὰ παίδων καὶ ταῦτα τὰ δικαιώματα τοῖς τέκνοις 19 ὅτι ἐγὼ ἐγενήθην παρθένος ἁγνὴ οὐδὲ ὑπερέβην πατρικὸν οἶκον ἐφύλασσον δὲ τὴν ᾠκοδομημένην πλευράν 20 οὐδὲ ἔφθειρέν με λυμεὼν ἐρημίας φθορεὺς ἐν πεδίῳ οὐδὲ ἐλυμήνατό μου τὰ ἁγνὰ τῆς παρθενίας λυμεὼν ἀπάτης ὄφις 21 ἔμεινα δὲ χρόνον ἀκμῆς σὺν ἀνδρί τούτων δὲ ἐνηλίκων γενομένων ἐτελεύτησεν ὁ πατὴρ αὐτῶν μακάριος μὲν ἐκεῖνος τὸν γὰρ τῆς εὐτεκνίας βίον ἐπιζήσας τὸν τῆς ἀτεκνίας οὐκ ὠδυνήθη καιρόν