Psalms 32

Psalms chapter 32 from the Septuagint, Morphologically Tagged Rahlfs'

1 καὶ ἐπλάτυνεν δόξαν τῷ λαῷ αὐτοῦ καὶ ἐνεδύσατο θώρακα ὡς γίγας καὶ συνεζώσατο τὰ σκεύη τὰ πολεμικὰ αὐτοῦ καὶ πολέμους συνεστήσατο σκεπάζων παρεμβολὴν ἐν ῥομφαίᾳ 2 καὶ ὡμοιώθη λέοντι ἐν τοῖς ἔργοις αὐτοῦ καὶ ὡς σκύμνος ἐρευγόμενος εἰς θήραν 3 καὶ ἐδίωξεν ἀνόμους ἐξερευνῶν καὶ τοὺς ταράσσοντας τὸν λαὸν αὐτοῦ ἐφλόγισεν 4 καὶ συνεστάλησαν ἄνομοι ἀπὸ τοῦ φόβου αὐτοῦ καὶ πάντες οἱ ἐργάται τῆς ἀνομίας συνεταράχθησαν καὶ εὐοδώθη σωτηρία ἐν χειρὶ αὐτοῦ 5 καὶ ἐπίκρανεν βασιλεῖς πολλοὺς καὶ εὔφρανεν τὸν Ιακωβ ἐν τοῖς ἔργοις αὐτοῦ καὶ ἕως τοῦ αἰῶνος τὸ μνημόσυνον αὐτοῦ εἰς εὐλογίαν 6 καὶ διῆλθεν ἐν πόλεσιν Ιουδα καὶ ἐξωλέθρευσεν ἀσεβεῖς ἐξ αὐτῆς καὶ ἀπέστρεψεν ὀργὴν ἀπὸ Ισραηλ 7 καὶ ὠνομάσθη ἕως ἐσχάτου γῆς καὶ συνήγαγεν ἀπολλυμένους 8 καὶ συνήγαγεν Ἀπολλώνιος ἔθνη καὶ ἀπὸ Σαμαρείας δύναμιν μεγάλην τοῦ πολεμῆσαι πρὸς τὸν Ισραηλ 9 καὶ ἔγνω Ιουδας καὶ ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ καὶ ἐπάταξεν αὐτὸν καὶ ἀπέκτεινεν καὶ ἔπεσον τραυματίαι πολλοί καὶ οἱ ἐπίλοιποι ἔφυγον 10 καὶ ἔλαβον τὰ σκῦλα αὐτῶν καὶ τὴν μάχαιραν Ἀπολλωνίου ἔλαβεν Ιουδας καὶ ἦν πολεμῶν ἐν αὐτῇ πάσας τὰς ἡμέρας 11 καὶ ἤκουσεν Σήρων ὁ ἄρχων τῆς δυνάμεως Συρίας ὅτι ἤθροισεν Ιουδας ἄθροισμα καὶ ἐκκλησίαν πιστῶν μετ’ αὐτοῦ καὶ ἐκπορευομένων εἰς πόλεμον