Psalms 4
Psalms chapter 4 from the Septuagint, Morphologically Tagged Rahlfs'
1 ὑμνήσω τῷ θεῷ μου ὕμνον καινόν κύριε μέγας εἶ καὶ ἔνδοξος θαυμαστὸς ἐν ἰσχύι ἀνυπέρβλητος 2 σοὶ δουλευσάτω πᾶσα ἡ κτίσις σου ὅτι εἶπας καὶ ἐγενήθησαν ἀπέστειλας τὸ πνεῦμά σου καὶ ᾠκοδόμησεν καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεται τῇ φωνῇ σου 3 ὄρη γὰρ ἐκ θεμελίων σὺν ὕδασιν σαλευθήσεται πέτραι δ’ ἀπὸ προσώπου σου ὡς κηρὸς τακήσονται ἔτι δὲ τοῖς φοβουμένοις σε σὺ εὐιλατεύσεις αὐτοῖς 4 ὅτι μικρὸν πᾶσα θυσία εἰς ὀσμὴν εὐωδίας καὶ ἐλάχιστον πᾶν στέαρ εἰς ὁλοκαύτωμά σοι ὁ δὲ φοβούμενος τὸν κύριον μέγας διὰ παντός 5 οὐαὶ ἔθνεσιν ἐπανιστανομένοις τῷ γένει μου κύριος παντοκράτωρ ἐκδικήσει αὐτοὺς ἐν ἡμέρᾳ κρίσεως δοῦναι πῦρ καὶ σκώληκας εἰς σάρκας αὐτῶν καὶ κλαύσονται ἐν αἰσθήσει ἕως αἰῶνος 6 ὡς δὲ ἤλθοσαν εἰς Ιερουσαλημ προσεκύνησαν τῷ θεῷ καὶ ἡνίκα ἐκαθαρίσθη ὁ λαός ἀνήνεγκαν τὰ ὁλοκαυτώματα αὐτῶν καὶ τὰ ἑκούσια αὐτῶν καὶ τὰ δόματα 7 καὶ ἀνέθηκεν Ιουδιθ πάντα τὰ σκεύη Ολοφέρνου ὅσα ἔδωκεν ὁ λαὸς αὐτῇ καὶ τὸ κωνώπιον ὃ ἔλαβεν ἑαυτῇ ἐκ τοῦ κοιτῶνος αὐτοῦ εἰς ἀνάθημα τῷ θεῷ ἔδωκεν 8 καὶ ἦν ὁ λαὸς εὐφραινόμενος ἐν Ιερουσαλημ κατὰ πρόσωπον τῶν ἁγίων ἐπὶ μῆνας τρεῖς καὶ Ιουδιθ μετ’ αὐτῶν κατέμεινεν